Heron Alexandrinus, Belopoiica, 1918

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 48 > >|
1
ριγγος.
ἐκάλουν δὲ τὸ ὅλον ὄρ­
γανον γαστραφέτην, ἐπειδήπερ διὰ
τῆς γαστρὸς ἡ καταγωγὴ τῆς τοξί­
τιδος ἐγίγνετο.
Διὰ δὲ τοῦ προειρημένου ὀρ­
γάνου συνέβαινε μεῖζον βέλος ἐξ­
αποστέλλεσθαι καὶ ἐπὶ πλείονα τό­
πον.
Βουλόμενοι δὲ ἐπαυξῆσαι ἀμ­
φότερα, τό τε βέλος καὶ τὴν ἐξα­
ποστολήν, ζητοῦντες [2τοὺσ]2 τοῦ
τόξου ἀγκῶνας αὑτῶν εὐτονωτέ­
ρους ποιῆσαι, μὴ δυνάμενοι δὲ


διὰ τῶν κεράτων τυχεῖν τοῦ προ­
κειμένου, τὰ μὲν ἄλλα ἐποίουν
ὁμοίως τοῖς προειρημένοις, τοὺς
δὲ ἀγκῶνας ποιήσαντες ἐξ εὐτόνου
ξύλου καὶ μείζονας τῶν ἐν τῷ
τόξῳ κατασκευάσαντες, τοιοῦτον
πλινθίον ἔπηξαν ἐκ κανόνων <δ>
ἰσχυρῶν, οἷον τὸ ΑΒΓΔ, τόρμους
ἔχον ἐκ τῶν ὀρθίων κανόνων τῶν
ΑΒ, ΓΔ· περὶ δὲ τοὺς πλαγίους
τοὺς ΑΔ, ΒΓ περιέβαλλον νευρὰν
πλέξαντες ἐξ ὀργάνου σχοινίων
συμβολίου μήρυμα αὔταρκες ποιή­
σαντες, καὶ περιθέντες συνέτεινον
σφόδρα καὶ βίᾳ πρῶτον δόμον·
ἔπειτα κατὰ τὸ ἑξῆς περιθέντες

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index