Heron Alexandrinus, Belopoiica, 1918

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
< >
page |< < of 48 > >|
1
μὲν ἐν τῷ ΑΒΓΔ ἐπὶ τὰ πρὸς
τὸ Υ ὥσπερ τοῦ #533#5, τοῦ δὲ ἐν
τῷ ΕΖΗΘ ἐπὶ τὰ πρὸς τὸ Φ
ὥσπερ τοῦ Χ#4, δεῖ δὴ τὴν τοξῖτιν
νευρὰν κατάγειν, ὡς εἴρηται, καὶ
ἐπιθέντα τὸ βέλος ἀποσχάζειν.
ἡ δὲ σύριγξ, ἐν ᾗ ἐστιν ἡ διώστρα
καὶ τὸ χελώνιον καὶ ἡ χείρ, ἐπὶ
μὲν τῶν εὐθυτόνων "σύριγξ" κέ­
κληται, ἐπὶ δὲ τῶν παλιντόνων
"κλιμακίς", ἐπειδήπερ πλεῖον πλά­
τος ἔχει καὶ διαπήγμασι συνέχεται
πλείοσιν, καθάπερ καὶ ἡ τράπεζα.
Γίνεται δὴ ἡ κλιμακὶς οὕτως·
διάπηγμα κατασκευάζεται ἐκ τεσσά­
ρων κανόνων συνεστηκός, ἐπί δὲ
τοῦ μέσου ἔχον κατὰ τὸ πλάτος
ἄλλους κανόνας πεπηγότας ἐπὶ
τῶν κατὰ τὸ μῆκος κανόνων, ἵνα
ᾖ τὸ γινόμενον κλιμακίς.
ἐπάνω
δὲ τῶν κατὰ τὸ μῆκος κανόνων,
τουτέστιν τῶν διαπηγμάτων, κα­
νόνια <β> ἐπιτίθεται, ἰσομήκη τῇ
κλιμακίδι παρὰ τὰ σκέλη αὐτῆς,
ταπεινότερα δὲ τῶν σκελῶν τῆς
κλιμακίδος, ἐφ' ἃ ἡ διώστρα κι­
νεῖται ἔχουσα τὸ πλάτος ἴσον τῷ
διαπήγματι τῆς κλιμακίδος.
αὕτη
οὖν ἡ κλιμακίς τίθεται ἐπὶ τὴν
σανίδα τὴν ἐπικειμένην ἐπὶ τῶν
#533, Ω, Χ, Ψ διαπηγμάτων· ὅλον δὲ
τὸ ἐκ πάντων συντεθὲν ὄργανον·

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index