Heron Alexandrinus, Belopoiica, 1918
page |< < of 48 > >|
1
ἄλλον δόμον καὶ σφυρίῳ κρούοντες
τὰ κῶλα, ὅπως καλῶς συνερείδῃ
πρὸς ἄλληλα, ἔπειτα ἑτέρους δό­
μους ποιοῦντες, ἕως ἅπαν κα­
ταχρήσωνται τὸ μήρυμα, τὴν ἐσχά­
την ἀρχὴν ὑπέβαλλον ὑπὸ πάντας
τοὺς στήμονας· εἶτα διὰ μέσων
τῶν νεύρων διέβαλλον ἕνα τῶν
ἀγκώνων, καὶ ἔτι ὑπὸ τοὺς στή­
μονας ἐπὶ τῶν ΑΔ, ΒΓ διαπη­
γμάτων ἐτίθεσαν σιδηρᾶ ἀξόνια· ἃ
δὴ ἐπιστρέφοντες βίᾳ συνέτεινον
τὰ νεῦρα, καὶ ὁ ἀγκὼν κατείχετο
βίᾳ ὑπὸ τῶν νεύρων τῆς ἐπι­
στροφῆς γενομένης.
ἔστω οὖν ὁ
μὲν εἰρημένος ἀγκὼν ὁ ΕΖ, νευρὰ
δὲ ἡ ΗΘ, ἀξόνια δὲ τὰ ΚΛ, ΜΝ.
Τοιοῦτον δὴ καὶ ἕτερον πλιν­
θίον κατασκευάσαντες καὶ συνδή­
σαντες ἀμφότερα ἑνὶ περιπήγματι
διὰ κανόνων, ὥστε τοὺς ἀγκῶνας
εἰς τὸ ἐκτὸς μέρος τὴν ἀνάπτωσιν
καὶ τὴν βίαν ἔχειν, ἐξῆπτον ἐκ
τῶν ἄκρων αὐτῶν τὴν τοξῖτιν νευ­
ράν, ἀγκύλας ποιήσαντες, καὶ ταύ­
τας [2ἐν]2 τοῖς ἀγκῶσι περόναις ἀπο­
λαβόντες ταῖς ΞΠ, ΟΡ, ὥστε μὴ
ἐκπίπτειν τὴν νευράν· καὶ τὰ λοιπὰ
τὰ αὐτὰ ἐποίουν τοῖς προειρημέ­
νοις.
ἐκάλουν δὲ τὰ μὲν συν­
έχοντα τοὺς ἀγκῶνας νεῦρα "τό­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index