Heron Alexandrinus, Belopoiica, 1918

List of thumbnails

< >
21
21
22
22
23
23
24
24
25
25
26
26
27
27
28
28
29
29
30
30
< >
page |< < of 48 > >|
1
κῶνας κατάγεσθαι.
διὸ ἀντὶ τῆς
καλουμένης ἐπὶ τοῦ ἐπάνω θεωρή­
ματος καταγωγίδος ἄξονα προσέ­
θηκαν τῇ σύριγγι ἐπὶ τοῦ ὀπίσω
αὐτῆς ἄκρου πλάγιον στρεφόμενον
εὐλύτως· ἐκ δὲ τῶν ἄκρων αὐτοῦ
τετραγώνους σκυτάλας ποιοῦν­
τες ἐπέστρεφον αὐτόν.
διὰ δὲ
τῆς ἐπιστροφῆς συνέβαινεν τὴν
διώστραν κατάγεσθαι ἔχουσαν τὴν
τοξῖτιν οὕτως.
ἐκ γὰρ τῶν ἄκρων
τῆς διώστρας τῶν πρὸς τῷ χελω­
ναρίῳ ὅπλα ἐξάψαντες ἀπεδίδοσαν
εἰς τὸν εἰρημένον ἄξονα· ὧν
ἐπειλουμένων ἐγίγνετο ἡ κατα­
γωγή.
ἐπὶ δὲ τῶν μειζόνων [2ὀργά­
νων]2 καὶ οὕτως συνέβαινε βίᾳ
κατάγεσθαι τοὺς ἀγκῶνας· ὅθεν
πολυσπάστῳ κατῆγον.
ἐξάψαντες
τὸ μὲν ἓν μάγγανον τοῦ πολυ­
σπάστου πρὸς τῷ χελωνίῳ, τὸ δὲ
ἕτερον πρὸς τῷ ἄκρῳ τῆς σύ­
ριγγος τῷ ἄξονι ἤτοι ὀνίσκῳ, καὶ τὰς

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index