Heron Alexandrinus, Belopoiica, 1918

List of thumbnails

< >
31
31
32
32
33
33
34
34
35
35
36
36
37
37
38
38
39
39
40
40
< >
page |< < of 48 > >|
1
ἐπιτυχόντος κατασκεῦης ὀργάνου
[εὐδοκιμήσαντοσ] τὰ ἄλλα συνί­
στασθαι ἀπὸ τούτου οὕτως.
ἔστω
γὰρ ἡ τοῦ ὀργάνου διάμετρος ἡ
ΑΒ, καὶ δέον ἔστω ἀπὸ τούτου
ἕτερον ὄργανον κατασκευάσαι βάλ­
λον, εἰ τύχοι, τριπλάσιον βέλος
τοῦ προειρημένου.
ἐπεὶ οὖν αἴτιός
ἐστιν ὁ τόνος τῆς τοῦ λίθου ἐξα­
ποστολῆς, Δεήσει ἄρα τὸ μέλλον
συνίστασθαι ὄργανον τριπλασίονα
τόνον ἔχειν, οὗ ἡ διάμετρός ἐστιν
ἡ ΑΒ, οὐκ ἐν τυχόντι δὲ τρήματι,
ἀλλ' ἀνὰ λόγον ἔχοντος τοῦ ὕψους
τοῦ τόνου τῷ τρήματι, ὥστε γί­
νεσθαι τοὺς κυλίνδρους [2ὁμοίουσ]2
τοὺς ἐκ τῶν τόνων γινομένους.
ἐπεὶ οὖν ὅμοιοι κύλινδροι πρὸς
ἀλλήλους ἐν τριπλασίονι λόγῳ εἰσὶν
τῶν ἐν ταῖς βάσεσι διαμέτρων,
νενοήσθω ηὑρημένη ἡ τοῦ τρή­
ματος διάμετρος ἡ ΓΔ.
ὁ ἄρα
ἀπὸ τῆς ΑΒ κύλινδρος πρὸς τὸν
ἀπὸ τῆς ΓΔ κύλινδρον τριπλασίονα
λόγον ἔχει ἤπερ ἡ ΑΒ πρὸς ΓΔ.
πεποιήσθω δή, ὡς ἡ ΑΒ πρὸς
τὴν ΓΔ, οὕτως ἥ τε ΓΔ πρὸς
τὴν ΕΖ καὶ ἡ ΕΖ πρὸς ΗΘ.
ἕξει ἄρα καὶ ἡ ΑΒ πρὸς ΗΘ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index