Heron Alexandrinus, Belopoiica, 1918

List of thumbnails

< >
31
31
32
32
33
33
34
34
35
35
36
36
37
37
38
38
39
39
40
40
< >
page |< < of 48 > >|
1
τριπλασίονα λόγον ἤπερ ἡ ΑΒ
πρὸς ΓΔ.
ἔστιν ἄρα, ὡς ὁ ἀπὸ
τῆς ΑΒ κύλινδρος πρὸς τὸν ἀπὸ
τῆς ΓΔ κύλινδρον, οὕτως ἡ ΑΒ
πρὸς ΗΘ.
τρίτον δὲ μέρος ἐστὶν
ὁ ἀπὸ τῆς ΑΒ κύλινδρος τοῦ
ἀπὸ τῆς ΓΔ κυλίνδρου· καὶ ἡ ΑΒ
ἄρα τρίτον μέρος ἐστὶν τῆς ΗΘ.
καὶ ἔστι δοθεῖσα ἡ ΑΒ, δοθεῖσα
ἄρα καὶ ἡ ΗΘ· καὶ εἰσὶν τῶν
ΑΒ ΗΘ δύο μέσαι ἀνὰ λόγον αἱ
ΓΔ ΕΖ· δοθεῖσα ἄρα ἐστὶν ἡ ΓΔ·
δεήσει ἄρα εἰς τὴν ὀργανικὴν
κατασκευὴν λαβεῖν τῆς ΑΒ τρι­
πλασίαν τὴν ΗΘ, ἐπειδήπερ τὸ
βέλος τοῦ βέλους ἐστὶν τριπλάσιον,
καὶ τῶν ΑΒ ΗΘ δύο μέσας ἀνὰ
λόγον λαβεῖν τὰς ΓΔ ΕΖ, καὶ
ἔσται ἡ τοῦ ζητουμένου τρήματος
διάμετρος ἡ ΓΔ.
Ὡς δὲ δεῖ, δύο δοθεισῶν
εὐθειῶν, δύο μέσας ἀνὰ λόγον
λαβεῖν, ἑξῆς ἐροῦμεν.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index