Heron Alexandrinus, Belopoiica, 1918

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
< >
page |< < of 48 > >|
1
ἀγκῶνος πτέρνα.
ὁ μὲν οὖν πα­
ραστάτης γίνεται τόνδε τὸν τρόπον·
δεῖ λαβόντα σανίδα ἐξ εὐτόνου
ξύλου ὀρθογώνιον ἀπεργάσασθαι
[1ἔστω δὲ ἐφ' ἧς τὰ ΑΒΓΔ]1 καὶ
ἐκ μὲν τῆς ΓΔ πλευρᾶς κατὰ
τὸ μέσον κοίλασμα ποιῆσαι κα­
θάπερ ἡμικύκλιον ἐν τῷ πάχει
αὐτῆς, ὑπὲρ τοῦ τοὺς ἀγκῶνας
ἔτι μᾶλλον προσαναπίπτειν καὶ
πλέον ἀλλήλων ἀπέχειν, ὡς τὸ
ΕΖΗ, χωροῦν τὸ τοῦ ἀγκῶνος
πάχος· ἐν τούτῳ γὰρ ἀναπίπτει ὁ
ἀγκών.
ἐκ δὲ τῆς ἑτέρας τὸ ἴσον
τῇ ἐκκοπῇ κυρτὸν ἀπεργάζεσθα
κατὰ τὰ αὐτὰ κείμενον τῷ κοίλῳ,
οἷόν ἐστιν τὸ ΘΚΛ, ὅπως τὴν τῆς
ΕΖΗ ἐκκοπῆς ἀσθένειαν ἐν τῷ
ξύλῳ ἀναπληρώσῃ ἡ ΘΚΛ κυρ­
τότης.
Τὰ δὲ ΜΘ, ΛΝ ἀπευθῦναι
παράλληλα ταῖς ΔΗ, ΕΓ.
δεῖ δὲ
καὶ ἐκ τοῦ ὕψους τοῦ παραστάτου
καταλεῖψαι ἐξ ἑκατέρου μέρους
διτορμίαν, οἵα ἐστὶν ἡ Ξ, Ο καὶ ἡ
Π, Ρ.
τὰς δὲ κτηδόνας τοῦ ξύλου
εἰς τὸ ὕψος τοῦ παραστάτου [2δεῖ
ποιεῖν καὶ λεπίδας περιτιθέναι
κατὰ τὰς πλευρὰς τοῦ παραστάτου]2
ἐξ ἑκατέρου μέρους κατὰ τὴν

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index