Heron Alexandrinus, Belopoiica, 1918

Page concordance

< >
Scan Original
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
< >
page |< < of 48 > >|
1Ὅρος δὲ τῆς βελοποιικῆς ἐστι τὸ
μακρὰν ἀποστέλλειν τὸ βέλος ἐπὶ
τὸν δοθέντα σκοπόν, εὔτονον τὴν
πληγὴν ἔχον, περὶ οὗ δεῖ πᾶσαν
τὴν φροντίδα ποιῆσαι [2ἐπὶ]2 τοῖς
εἰρημένοις ὀργάνοις.
Βέλος δὲ καλεῖται πᾶν τὸ ἐξα­
ποστελλόμενον ὑπὸ τῶν ὀργάνων
ἢ ὑπὸ ἄλλης τινὸς δυνάμεως,
οἷον τόξου, σφενδόνης ἢ ἄλλου
τινός.
Τὴν μὲν οὖν ἀρχὴν ἤρξαντο
γίνεσθαι τῶν προειρημένων ὀργά­
νων αἱ κατασκευαὶ ἀπὸ τῶν χει­
ρουργικῶν τόξων· βιαζόμενοι γὰρ
ἐξαποστέλλειν δι' αὐτῶν μεῖζόν τι
βέλος καὶ ἐπὶ πλείονα τόπον αὐτὰ
μείζονα ἐποίουν καὶ τοὺς ἐν αὐτοῖς
τόνους, λέγω δὴ τὰς ἐκ τῶν ἄκρων
κάμψεις, τουτέστι τὰς [ἐκ] τῶν
κεράτων σκληρότητας· ἐκ τούτου
δὲ συνέβαινε, δυσπειθῶς καμ­
πτομένων αὐτῶν, μείζονος δυνά­
μεως δεῖσθαι ἢ τῆς γιγνομένης
ἀπὸ τῆς χειρὸς ἕλξεως.
πρὸς δὴ
τοῦτο ἐμηχανήσαντό τι τοιοῦτον.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index