Heron Alexandrinus, Belopoiica, 1918

Page concordance

< >
Scan Original
41
42
43
44
45
46
47
48
< >
page |< < of 48 > >|
1
αἱ μέσαι ἀνὰ λόγον εἰσὶν αἱ ΑΖ, ΓΗ·
καὶ πρώτης οὔσης τῆς ΑΒ, δευ­
τέρα μὲν ἔσται ἡ ΑΖ, τρίτη δὲ
ἡ ΓΗ, τετάρτη δὲ ἡ ΒΓ.
[2ἐπεὶ
γὰρ διαγώνιόν ἐστιν τὸ ΑΒΓΔ
παραλληλόγραμμον, αἱ τέσσαρες
εὐθεῖαι αἱ ΔΕ, ΕΑ, ΕΒ, ΕΓ ἴσαι
ἀλλήλαις εἰσίν]2· ἐπεὶ γὰρ ἴση ἐστὶν
ἡ ΑΕ τῇ ΕΔ καὶ διῆκται ἡ
ΕΖ, τὸ ἄρα ὑπὸ ΔΖΑ μετὰ τοῦ
[2ἀπὸ]2 ΑΕ ἴσον ἐστὶν τῷ ἀπὸ τοῦ
ΕΖ.
διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ὑπὸ
ΔΗΓ μετὰ τοῦ ἀπὸ ΓΕ ἴσον
ἐστὶν τῷ ἀπὸ ΕΗ· καὶ ἔστιν ἴση
ἡ μὲν ΑΕ τῇ ΕΓ, ἡ δὲ ΕΖ τῇ
ΕΗ.
ἔσται ἄρα καὶ τὸ ὑπὸ ΔΖΑ


ἴσον τῷ ὑπὸ ΔΗΓ.
ὡς ἄρα ἡ
ΗΔ πρὸς ΔΖ, οὕτως ἔστιν ἡ
ΑΖ πρὸς ΓΗ.
ἀλλ' ὡς ἡ ΗΔ
πρὸς ΔΖ, ἥτε ΑΒ πρὸς ΑΖ, καὶ
ἡ ΖΑ πρὸς ΓΗ, καὶ ἡ ΗΓ πρὸς
ΓΒ· ἔσται ἄρα καὶ ὡς ἡ ΒΑ
πρὸς ΑΖ, οὕτως καὶ ἡ ΗΓ πρὸς
ΓΒ· τῶν ἄρα ΑΒ, ΒΓ δύο μέσαι
ἀνὰ λόγον εἰσὶν αἱ ΑΖ, ΓΗ.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index