Heron Alexandrinus, Belopoiica, 1918
page |< < of 48 > >|
1
τρόπον τοῦτον· ἐγκεῖσθαι δεῖ πα­
ραλληλόγραμμον ὀρθογώνιον τὸ
ΑΒΓΔ, διπλῆν ἔχον τὴν ΑΒ τῆς
ΒΓ, καὶ ἐπιζευχθείσης τῆς ΑΓ,
παράλληλον ἀγαγεῖν δεῖ ταύτῃ
διὰ τοῦ Δ τὴν ΔΕ, καὶ ἔσται
τὸ σχῆμα τοῦ περιτρήτου τὸ
ΑΓΕΔ· ἐπιζευχθείσης δὲ καὶ τῆς
ΑΕ, περὶ κέντρον τὸ Ζ κύκλον
γράψαι ἴσον τῷ τρήματι τῷ τὸν
τόνον δεχομένῳ, καὶ διὰ τούτου
τοῦ κύκλου ἐκκόψαι τὸ εἰρημένον
τρῆμα· ἀγαγόντα δὴ ταῖς ΑΔ ΓΕ
παραλλήλους τὰς ΗΘ ΚΛ ἀπο­
λαμβανούσας πρὸς τὰς ΑΔ ΓΕ
πλάτη τὰ αὐτὰ τοῖς πάχεσιν τοῦ
παραστάτου καὶ ἀντιστάτου, ἐκ­
κόψαι τὰ τρήματα τοῖς τόρμοις
ἀραρότα τοῦ τε παραστάτου καὶ
τοῦ ἀντιστάτου τὰ Μ, Ν, Ξ, Ο, μὴ
δι' ὅλου δὲ τοῦ πάχους τοῦ περι­
τρήτου, ἀλλὰ καταλείποντα τοῖς
τορμικοῖς ὡς τὸ τρίτον μέρος τοῦ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index