Heron Alexandrinus, Belopoiica, 1918
page |< < of 48 > >|
1
νεται καθάπερ ζώνη· καὶ ἐκ μὲν
τῶν ἄκρων ἀγκύλας ἔχει, εἰς ἃς
οἱ ἀγκῶνες ἐμβιβάζονται, ἐκ δὲ
τοῦ μέσου ἐξ ἑνὸς τοῦ περὶ τὴν
χεῖρα μέρους καθάπερ κρίκον ἐξ
αὐτῶν τῶν νεύρων πεπλεγμένον,
εἰς ὃν ἡ χεὶρ ἐμβιβάζεται, οὐκέτι
κεχηλωμένη, ἀλλ' ἁπλῆ καθάπερ
δάκτυλος.
τὸ δὲ [τι] πλάτος τῆς
τοξίτιδος ὀρθὸν τίθεται, ὅπως ἀπο­
σχασθείσης τῆς χειρὸς ὁ λίθος
κατὰ τὸ πλάτος ὑπὸ τῆς τοξίτι­
δος ληφθεὶς καλῶς ἐξαποστέλληται.
καὶ ἡ μὲν ἐπὶ τῶν εὐθυτόνων
νευρὰ παρ' αὐτὴν τὴν διώστραν
τίθεται ἀπέχουσα ἀπ' αὐγῆς βραχύ·
ἡ δὲ ἐπὶ τῶν παλιντόνων πλεῖον
ἀπέχουσα τῆς διώστρας, ὅπως ἀπο­
σχασθεῖσα κατὰ μέσον τὸ ὕψος
τοῦ λίθου πλήξῃ οὕτω γὰρ βιαι­
ότερος ἐξαποσταλήσεται· μικρὸν
γὰρ ἀνωτέρω ἢ κατωτέρω τεθεῖσα
ἤτοι ὑπελεύσεται τὸν λίθον ἢ ὑπερ­
πεσεῖται αὐτὸν.
Ὁ δὲ ἐν τοῖς ἀγκῶσι τόνος
καὶ ἐκ τριχῶν γίνεται γυναικείων·
αὗται γὰρ λεπταί τε οὖσαι καὶ
μακραὶ καὶ πολλῷ ἐλαίῳ τραφεῖσαι,
ὅταν πλακῶσιν εὐτονίαν πολλὴν

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index