Heron Alexandrinus, Belopoiica, 1918

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 48 > >|
1
νον"· ἔνιοι δὲ "ἑνάτονον"· ἔνιοι
δὲ "ἡμιτόνιον"· τὰ δὲ ἐπιστρέ­
φοντα τὸν τόνον ἀξόνια, "ἐπιζυ­
γίδας"· ἐποίουν δὲ αὐτὰς σιδηρᾶς.
Ἐπεὶ δὲ συνέβαινεν ἐκ τῆς εἰρη­
μένης κατασκευῆς τὴν ἐπιστροφὴν
καὶ τάσιν τῶν νεύρων μὴ ἐπὶ πολὺ
γίγνεσθαι διὰ τὰ ΑΔ, ΒΓ διαπή­
γματα μὴ δυνάμενα δέξασθαι
τὸν τόνον· τὰς οὖν ἐπιζυγίδας
ἐπιθέντες τοῖς τρυπήμασι τὰ αὐτὰ
ἐποίουν τοῖς εἰρημένοις.
καὶ οὕτω
δὲ πάλιν ἡ ἐπιστροφὴ τῆς ἐπι­
ζυγίδος δυσέργειαν εἶχεν, διὰ τὸ
τὴν ἐπιζυγίδα ἐπικαθεζομένην τῷ
διαπήγματι μὴ στρέφεσθαι, καὶ κα­
τὰ πᾶν μέρος ψαύειν αὐτοῦ· ὅθεν
ἠναγκάσθησαν καὶ τὰς καλουμένας
χοινικίδας προσθεῖναι, περὶ ὧν ἑξῆς
ἐροῦμεν.
Τῆς οὖν τῶν ἀγκώνων βίας ἰσχυ­
ρᾶς γενομένης, δεῖ καὶ τὴν κατα­
γωγὴν ἰσχυρὰν γενέσθαι διὰ τὸ ἴσης
δεῖσθαι βίας πρὸς τὸ τοὺς ἀγ­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index