Heron Alexandrinus, Belopoiica, 1918

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 48 > >|
1
γύλον τὸν ΕΖ, περὶ ὃν περικείσθω
τὸ λεγόμενον καρχήσιον τὸ ΗΘΚΛ.
τοῦτο δὲ πῆγμά ἐστιν ἐκ τεσσάρων
τοίχων συμπεπηγός, ὧν οἱ μὲν
πλάγιοι οἱ ΗΘ, ΜΝ τρήματα ἔχουσι
στρογγύλα δυνάμενα δέξασθαι τὸν
ΕΖ τόρμον, οἱ δὲ ὄρθιοι οἱ ΗΚ, ΛΘ
παρυπερέχουσιν τοῦ ΜΝ τοίχου
ἤτοι κανόνος ἐπὶ τὰ ἄνω, καὶ
ἀπέχουσιν ἀπ' ἀλλήλων τοσοῦτον,
ὥστε δέξασθαι μεταξὺ αὐτῶν τὸ
τῆς σύριγγος πλάτος.
ἔστω δὲ καὶ
πρὸς τὸν κίονα ἐν μέσῳ ἕτερον
ξύλον τὸ ΞΟ, πρὸς μὲν τῷ Ξ
ἄκρῳ ἐν στροφώματι κινούμενον.
ἵνα ᾖ τὸ στρόφωμα ἀφαιρετὸν ἀπὸ
τοῦ κίονος.
τὸ δὲ ἕτερον ἄκρον
ἐστὶ τὸ Θ χελωνάριον ἔχον τὸ
ΠΡ συμφυὲς βεβηκὸς ἐπὶ τοῦ
ἐδάφους.
καλεῖται δὲ τὸ ΞΟ ἀν­
τηρίδιον.
πρὸς δὲ τούτῳ κατὰ μέσον
ἕτερον ὄρθιον ἔστω τὸ ΣΤ, κινού­
μενον περὶ [2τὸ]2 Σ, ὥστε κατακλί­
νεσθαι καὶ ἀνορθοῦσθαι δύνασθαι.
καλεῖται δὲ ἀναπαυστηρία.
Ἐμβληθείσης οὖν τῆς σύριγγος
μεταξὺ τῶν τοίχων τοῦ καρχησίου
διαβάλλεται περόνη σιδηρᾶ στρογ­
γύλη ἡ ΥΦ διά τε τῶν τοίχων τοῦ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index