Heron Alexandrinus, Belopoiica, 1918

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 48 > >|
1
φανείας συμφυῆ ἕτερον κανόνα ἀνα­
πληροῦντα πᾶν τὸ μῆκος καὶ τὸ
πλάτος τοῦ ΕΖΗΘ κανόνος, καὶ
ἔχοντα ἐκ τῆς ἄνω ἐπιφανείας μέσον
κοίλασμα περιφερὲς ἰσόμηκες τῷ
ΚΛ πελεκίνῳ εἰς ὃ ἐπιτίθεται τὸ
βέλος.
ἐν δὲ τῷ λοιπῷ μέρει αὐτοῦ
τῷ κατὰ τὸ ΕΖΗΘ μέρος ἐκ τῆς
ἄνω ἐπιφανείας τοῦ ἐπάνω κανό­
νος ἔστω τινὰ στήματα ὀρθὰ σιδηρᾶ
δύο ἐνηλωμένα καὶ συγκεκοινω­
μένα ἐκ τῶν ὑποκάτω μερῶν, ἀπέ­
χοντα ἀπ' ἀλλήλων βραχύ· μεταξὺ
δὲ τούτων ἐγκείσθω σιδηροῦς δά­
κτυλος ἐπικεκαμμένος εἰς τὰ κάτω
μέρη ἐκ τῶν πρὸς τῷ Λ μερῶν
τοῦ κανόνος, καὶ ἐσχισμένος ἔστω
ἐκ τοῦ ἐπικεκαμμένου ἄκρου, ὥστε
δίχηλον γενέσθαι καθάπερ τῶν κα­
λουμένων σκενδυλίων· τοσοῦτον
δὲ διεσχίσθω, ὅσον μεταξὺ δέ­
ξασθαι τὸ τοῦ βέλους πάχος· καὶ
διὰ τῶν στημάτων καὶ τοῦ εἰρη­
μένου δακτύλου διώσθω περόνη
μέση στρογγύλη.
Ἔστω οὖν ὁ εἰρημένος δά­
κτυλος ὁ ΝΞΟ, δίχηλον δὲ τὸ Ν,
ἡ δὲ διωσμένη περόνη ἡ [2Μ, καὶ]2
πρὸς τῷ ΞΟ μέρει τοῦ δακτύλου
ὑποβεβλήσθω κανόνιον σιδηροῦν
τὸ ΠΡ, κινούμενον περὶ περόνην
τὴν Π, πεπηγυῖαν ἐν τῇ ἐπιφα­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index