Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
131
131
132
132
133
133
134
134
135
135
136
136
137
137
138
138
139
139
140
140
< >
page |< < of 167 > >|
1
ἀγγείου ἐπὶ τοῦ λύχνου ἐπικειμένου, ἐξ οὗ τὸ ἔλαιον
ἐπιρρέει.
Κατασκευαζέσθω ἡ λυχνία κοίλην ἔχουσα βάσιν
τρίγωνον καθάπερ πυραμίδα γίνεσθαι.
καὶ ἔστω βάσις
ἡ ΑΒΓΔ κοίλη διάφραγμα ἔχουσα τὸ ΕΖ.
ὁ δὲ τῆς
λυχνίας καυλὸς ἔστω ὁ ΗΘ καὶ αὐτὸς κοῖλος, ὑπὲρ
δὲ τὸν καυλόν, ὡς εἴρηται, κοῖλος κάλαθος ὁ ΚΛ
δυνάμενος πλέον ἔλαιον χωρεῖν.
καὶ ἐκ μὲν τοῦ ΕΖ
διαφράγματος ἀνατεινέτω σωλὴν ὁ ΜΝ συντετρημένος
τῷ διαφράγματι καὶ ἀπέχων ἀπὸ τοῦ ΚΛ ἐπιφράγ­
ματος τοῦ καλάθου, ἐφ' ὃ δὴ καὶ ἐπίκειται ὁ λύχνος,
ὅσον ἀέρι διέξοδον.
ἕτερος δὲ σωληνίσκος ὁ ΞΟ
καθείσθω διὰ τοῦ ΚΛ ἐπιφράγματος ἀπέχων ἀπὸ τοῦ
πυθμένος τοῦ καλάθου ὅσον ὕδατι διάρρυσιν.
ὑπερε­
χέτω δὲ ὁ ΞΟ σωλὴν τοῦ ΚΛ ἐπιφράγματος βραχύ.
τῇ δὲ ὑπεροχῇ συνεσμηρίσθω ἕτερον σωληνάριον τὸ
Π ἐπιπεφραγμένον τὸ ἄνω στόμιον, ὃ διὰ τοῦ πυθ­
μένος τοῦ λύχνου %διωθει συνηνώσθω τῷ λύχνῳ μηδὲν
%ἔχων εἰς τὸ ἐκτὸς τοῦ λύχνου.
τῷ δὲ Π σωλῆνι
συγκεκολλήσθω ἕτερον σωληνάριον λεπτὸν ἀνατεῖνον
εἰς τὸ ἄκρον τοῦ ὠτὸς καὶ συντετρήσθω αὐτῷ, ὥστε
ἐπιρρεῖν ἐν τῷ κοιλάσματι τοῦ λύχνου, ἔχον τρῆμα
ὥσπερ καὶ οἱ ἄλλοι.
ὑπὸ δὲ τὸ ΕΖ διάφραγμα
ὑποκεκολλήσθω κλειδίον φέρον εἰς τὴν ΓΔΕΖ χώραν,
ὥστε, ἐὰν ἀνοιχθῇ, τὸ ἐκ τῆς ΑΒΕΖ χώρας ὕδωρ
μεταβαίνειν εἰς τὴν ΓΔΕΖ.
ἔστω δὲ ἐν τῷ ΑΒ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index