1
ἐπιφράγματι τρημάτιον, δι' οὗ πληρώσομεν τὴν ΑΒΕΖ
χώραν ὕδατος, καὶ ὁ ἐν αὐτῇ [2ἀὴρ]2 ἐκχωρήσει διὰ
τοῦ εἰρημένου τρήματος. ἀφαιρεθέντος οὖν τοῦ
λύχνου πληρώσομεν ἐλαίου τὸν κάλαθον διὰ τοῦ ΞΟ
σωληναρίου, τοῦ ἐν τῷ καλάθῳ ἀέρος ἐκχωροῦντος
διὰ τοῦ ΜΝ σωληνίσκου καὶ ἔτι διὰ τῆς ἐν τῷ ΓΔ
πυθμένι κλειδὸς ἀνοιχθείσης, ὅτε δὴ καὶ τὸ ἐν τῇ
ΓΔΕΖ χώρᾳ ὕδωρ ἐκρυήσεται. ἐπιτεθέντος οὖν τοῦ
λύχνου διὰ τοῦ Π σμηρίσματος, ὅταν δέῃ ἔλαιον
ἐπιχέειν, ἀνοίξωμεν τὸ ἐν τῷ ΓΔ πυθμένι κλειδίον.
μεταχωροῦντος οὖν τοῦ ἐν τῇ ΑΒΕΖ χώρᾳ ὕδατος
εἰς τὴν ΓΔΕΖ, ὁ ἐν τῇ ΓΔΕΖ ἀὴρ διὰ τοῦ ΜΝ
σωληνίσκου εἰς τὸν κάλαθον ἀφικνούμενος θλίψει τὸ
ἐν αὐτῷ ἔλαιον, ὃ δὴ διὰ τοῦ ΞΟ σωλῆνος καὶ τοῦ
συνεχοῦς αὐτῷ εἰς τὸν λύχνον χωρήσει. ὅταν δὲ
μηκέτι βουλώμεθα ῥέειν, ἀποκλείσεται τὸ κλειδίον καὶ
παύσεται. καὶ πάλιν ὅταν δέῃ, [2τὸ]2 αὐτὸ ποιήσομεν.

Δύναται δὲ καὶ ἄλλως ἐπὶ τῆς αὐτῆς καταγραφῆς
προχειρότερον, ὥστε [2μὴ]2 βάσιν κατασκευάζειν, ἐν ᾗ
τὸ ὕδωρ ἐστί· τὰ μὲν οὖν ἄλλα τὰ αὐτὰ ἔστω χωρὶς
τῆς βάσεως καὶ τοῦ ἐν αὐτῇ ὕδατος.