Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
131
131
132
132
133
133
134
134
135
135
136
136
137
137
138
138
139
139
140
140
< >
page |< < of 167 > >|
1
ἂν πρὸς τὴν μύξαν γένηται τὸ ἔλαιον.
εἶτα πάλιν ἐὰν
ὑποκαθίσῃ τὸ ἔλαιον, τὸ αὐτὸ ποιήσομεν καὶ τοῦτο,
ἄχρις ἂν τὸ ἔλαιον δαπανηθῇ.
ἐὰν δὲ δέῃ ἔτι κατα­
λειφθέντος ἐλαίου εἰς
τὸν λύχνον ἀφελεῖν τὸ
ΑΒ ἀγγεῖον, ἔσται σμη­
ρισμάτια ἐν τοῖς ΓΔ,
ΕΖ σωλῆσι πρὸς τῷ
ΑΒ ἀγγείῳ καὶ πρὸς
τῷ λύχνῳ κλειδία, ὥστε
ἐπιστραφέντων αὐτῶν
συνέχεσθαι τό τε ἐν τῷ
λύχνῳ ἔλαιον καὶ τὸ ἐν
τοῖς σωλῆσι, καὶ οὕτως
ἀφαιρετὸν ἔσται.
καὶ
ὅταν βουλώμεθα, πάλιν
προστεθέντων αὐτῶν
ἀνοίξομεν τὰ κλειδία.
βέλτιον δὲ τὸ μὲν ΕΖ σωλη­
νάριον εἰς τὸ οὖς τοῦ λύχνου φέρειν, τὸ δὲ ΓΔ ὀπίσω
τοῦ ὠτὸς μικρὸν μετεωρότερον ἔχον προσκείμενόν τι
ἄνω φιαλοειδὲς συντετρημένον αὐτῷ, δι' οὗ ἐγχυθήσε­
ται τὸ ὕδωρ, ὥστε ἅμα τῇ ἐγχύσει τοῦ ὕδατος ἐκ τοῦ
ὠτὸς τὸ ἔλαιον ἐπιρρεῖν.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index