Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 167 > >|
1
κατὰ τὴν εὐθεῖαν, ἐφ' ἧς ἐστιν ἡ ΖΗ, καὶ τὸ τοῦ
καμπύλου σίφωνος σκέλος τὸ ΑΒ πληρωθήσεται ὕδατος
ἄχρι τῆς ΖΗ εὐθείας, τουτέστι τὸ ΑΘ μέρος αὐτοῦ·
τὸ δὲ ΘΒΓ πλῆρες ἔσται ἀέρος.
ἐὰν οὖν διὰ τοῦ Γ
στομίου ἐπισπασώμεθα τῷ στόματι τὸν εἰρημένον
ἀέρα, συνεπακολουθήσει καὶ τὸ ὑγρὸν διὰ τὸ μὴ δύ­
νασθαι, ὡς προείρηται, κενὸν ἄθρουν ὑπάρξαι τόπον.
καὶ εἰ μὲν τὸ Γ στόμιον τοῦ σίφωνος ἐπ' εὐθείας
ἐστὶ τῇ ΖΗ, πληρωθεὶς τοῦ ὕδατος οὐκέτι ῥεύσει ὁ
σίφων, ἀλλὰ μενεῖ πλήρης· ὥστε τὸ ΑΒΓ μέρος αὐτοῦ
πεπληρῶσθαι ὕδατος, καίτοι παρὰ φύσιν οὔσης τῆς
εἰς τὸ ἄνω μέρος αὐτῷ φορᾶς· ἀλλ' ὥσπερ ζυγοῦ
τινος ἰσορρόπησιν ἔχον τὸ ὕδωρ μενεῖ ἄνω τε με­
τεωρισθὲν κατὰ τὸ ΘΒ μέρος καὶ κάτω κρεμάμενον
κατὰ τὸ ΒΓ.
ἐὰν δὲ τὸ ἐκτὸς στόμιον τοῦ σίφωνος
κατώτερον ᾖ τῆς ΖΗ εὐθείας, ὥσπερ τὸ Κ, ῥέει τὸ
ὕδωρ, ἐπειδήπερ τὸ ἐν τῷ ΚΒ μέρει βαρύτερον ὂν
τοῦ [2ἐν τῷ]2 ΒΘ κατακρατεῖ καὶ ἐπισπᾶται· ἐπὶ τοσοῦ­
τον μέντοι ῥέει, ἕως ἂν τὸ Κ στόμιον ἐπ' εὐθείας
γένηται τῇ τοῦ ὕδατος ἐπιφανείᾳ· καὶ πάλιν διὰ τὴν
αὐτὴν αἰτίαν οὐκέτι ῥεύσει.
ἐὰν δὲ τὸ ἐκτὸς στόμιον
τοῦ σωλῆνος κατωτέρω ᾖ τοῦ Α, ὥσπερ τὸ Λ, ῥέει,
ἄχρις ἂν ἡ τοῦ ὕδατος ἐπιφάνεια γένηται πρὸς τῷ Α
στομίῳ.
ἐὰν οὖν βουλώμεθα πᾶν κενωθῆναι τὸ ἐν τῷ
ἀγγείῳ ὕδωρ, καθήσομεν τὸν σίφωνα, ὥστε τὸ Α στό­
μιον ψαύειν τοῦ πυθμένος τοῦ ἀγγείου ἀπέχον τοσοῦτον
ὅσον ὕδατος διάρρυσιν.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index