Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 167 > >|
1
Τὴν μὲν οὖν εἰρημένην ἐπὶ τοῦ σίφωνος αἰτίαν
τινὲς ἀποδεδώκασι λέγοντες, διότι τὸ μεῖζον σκέλος
πλέον ὕδωρ ἔχον ἐπισπᾶται τὸ ἔλαττον.
ὅτι δὲ ψευδής
ἐστιν ἡ τοιαύτη αἰτία καὶ ὁ ταύτῃ πιστεύσας μεγάλως
[2ἂν]2 ἀγνοήσειεν ἐπιχειρήσας ἀπὸ ταπεινοῦ ὕδωρ ἀγα­
γεῖν, οὕτως ἀποδείξομεν· γεγονέτω γὰρ σίφων ἔχων
τὸ ἐντὸς σκέλος μακρότερόν τε καὶ στενόν, τὸ δὲ ἐκτὸς
εὐρύτερόν τε καὶ ἔλαττον πολλῷ κατὰ μῆκος, ὥστε δέ­
χεσθαι πλέον ὕδωρ αὐτὸ τοῦ μακροτέρου σκέλους.
καὶ
οὕτως πεπληρώσθω ὕδατος· τὸ δὲ μεῖζον αὐτοῦ σκέλος
ἐμβεβλήσθω εἰς ὕδατος ἀγγεῖον ἢ καὶ εἴς τι φρέαρ.
οὐκοῦν ἐὰν ἀφῶμεν ῥεῖν τὸ ἐκτὸς σκέλος, πλέον ὕδωρ
ἔχον τοῦ ἐντὸς ἐπισπάσεται τὸ ἐκ τοῦ μείζονος, ὃ δὴ
καὶ συνεπισπάσεται τὸ ἐν τῷ φρέατι· καὶ ἀρξάμενον
ῥέειν πᾶν κενώσει ἢ ἀεὶ ῥεύσει, ἐπειδήπερ τὸ ἐκτὸς
ὑγρὸν πλεῖόν ἐστι τοῦ ἐν τῷ ἐντὸς σκέλει.
ἀλλ' οὐ
φαίνεται τοῦτο γινόμενον· οὐκ ἄρα ἀληθής ἐστιν ἡ
εἰρημένη αἰτία.
ἴδωμεν δὴ τὴν κατὰ φύσιν αἰτίαν.
ἐπειδὴ γὰρ πᾶν συνεχὲς ὑγρὸν ἠρεμῆσαν σφαιρικὴν

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index