Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 167 > >|
1
Ἔστι δὲ καὶ ἄλλος καλούμενος μέσος πνικτὸς
διαβήτης τὴν αὐτὴν ἐνέργειαν ἔχων τῷ καμπύλῳ
σίφωνι.
Ἔστω γὰρ ἀγγεῖον ὁμοίως πλῆρες ὕδατος τὸ ΑΒ·
διὰ δὲ τοῦ πυθμένος αὐτοῦ διώσθω σωλὴν ὁ ΓΔ
συνεστεγνωμένος τῷ πυθμένι καὶ ὑπερέχων εἰς τὸ
κάτω μέρος· τὸ δὲ Γ στόμιον αὐτοῦ μὴ συνεγγιζέτω τῷ
στόματι τοῦ ΑΒ ἀγγείου.
ἕτερος δὲ σωλὴν περικείσθω
τῷ ΓΔ ὁ ΕΖ ἀπέχων ἀπ' αὐτοῦ πάντοθεν τὸ ἴσον·
καὶ τὸ μὲν ἄνω στόμιον αὐτοῦ ἐπιπεφράχθω λεπιδίῳ
τῷ ΕΗ ἀπέχοντι ἀπὸ τοῦ Γ στομίου βραχύ· τὸ δὲ
κάτω στόμιον τοῦ ΕΖ σωλῆνος ἀπεχέτω ἀπὸ τοῦ
πυθμένος τοῦ ΑΒ ἀγγείου ὅσον ὕδατι διάρρυσιν.
τούτων δὲ οὕτως ἐχόντων ἐὰν ἐπισπασώμεθα ὁμοίως
διὰ τοῦ Δ στομίου τὸν ἐν τῷ ΓΔ σωλῆνι ἀέρα,
συνεπισπασόμεθα καὶ τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὕδωρ,
ὥστε ἐκρεῖν.
καὶ τότε πᾶν ῥεύσεται τὸ ἐν τῷ ΑΒ ἀγ­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index