Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
< >
page |< < of 167 > >|
1
τὴν τοῦ τεύχους περιοχὴν δύναιτο ἂν διωσθέντα τόπον
που ποιῆσαι, μὴ ὑπάρχοντος κενοῦ τινος· ὥστε κατὰ
μηδένα τρόπον προσεισκριθῆναί τι τῶν ἐκτὸς εἰς τὴν
σφαῖραν, ἐὰν μὴ ἐκχωρήσῃ τι μέρος τοῦ ἐν αὐτῇ ὑπάρ­
χοντος πρότερον ἀέρος, εἴπερ ἐστὶ πεπυκνωμένος καὶ
συνεχὴς πᾶς ὁ τόπος, ὡς οἴονται.
καὶ μὴν ἐάν τις
ἐθέλῃ τὸν σίφωνα βαλὼν εἰς τὸ στόμα ἐμφυσᾶν εἰς τὴν
σφαῖραν, πολὺ προσεισκρινεῖ πνεῦμα, μὴ ὑποχωρήσαν­
τος τοῦ προϋπάρχοντος ἐν αὐτῇ ἀέρος· τούτου δὲ ἀεὶ
συμβαίνοντος, σαφῶς δείκνυται συστολὴ γινομένη τῶν
ὑπαρχόντων ἐν τῇ σφαίρᾳ σωμάτων εἰς τὰ παρεμπεπλεγ­
μένα κενά.
παρὰ φύσιν δὲ ἡ συστολὴ γίνεται διὰ
τὴν τῆς εἰσκρίσεως βίαν.
ἐάν τις οὖν ἐμφυσήσας καὶ
παρ' αὐτὸ τὸ στόμα προσαγαγὼν τὴν χεῖρα συντόμως
ἐπιπωμάσῃ τῷ δακτύλῳ τὸν σίφωνα, μενεῖ πάντα τὸν
χρόνον συνεσφιγμένος ὁ ἀὴρ ἐν τῇ σφαίρᾳ· ἐὰν δέ τις
ἀναπωμάσῃ, πάλιν ἐκτὸς ὁρμήσει μετά τε ψόφου καὶ
βοῆς πολλῆς ὁ προσεισκριθεὶς ἀὴρ διὰ τὸ ἐκκρούεσθαι,
καθάπερ προεθέμεθα, κατὰ τὴν τοῦ προϋπάρχοντος
ἀέρος διαστολὴν τὴν κατὰ τὴν εὐτονίαν γινομένην.
πάλιν οὖν ἐάν τις βούληται τὸν ὑπάρχοντα ἀέρα ἐν
τῇ σφαίρᾳ ἐξέλκειν τῷ στόματι διὰ τοῦ σίφωνος, πολὺ
πλῆθος ἐπακολουθήσει, μηδεμιᾶς ἄλλης οὐσίας εἰς
τὴν σφαῖραν ἀντικαταλλασσομένης, καθάπερ ἐπὶ τοῦ
ᾠοῦ προείρηται· ὥστε διὰ τοῦ τοιούτου τελείως δεί­
κνυσθαι μεγάλην ἄθροισιν κενοῦ γινομένην ἐν τῇ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index