Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
< >
page |< < of 167 > >|
1
ματική.
ἐπεὶ πῶς ἂν αἱ τοῦ ἡλίου ἀκτῖνες διὰ τοῦ
ὕδατος διεξέπιπτον εἰς τὸν τοῦ ἀγγείου πυθμένα; εἰ
γὰρ τὸ ὑγρὸν μὴ εἶχε πόρους, ἀλλὰ βίᾳ διέστελλον αἱ
αὐγαὶ τὸ ὕδωρ, συνέβαινεν ἂν ὑπερεκχεῖσθαι τὰ πλήρη
τῶν ἀγγείων· ὅπερ οὐ φαίνεται γινόμενον.
ἔτι δὲ καὶ
ταύτῃ φανερόν· εἰ γὰρ βίᾳ τὸ ὕδωρ διέστελλον, οὐκ
ἂν τῶν ἀκτίνων αἱ μὲν ἀνεκλῶντο πρὸς τὸν ἄνω
τόπον, αἱ δὲ καὶ κάτω διεξέπιπτον.
νυνὶ δὲ ὅσαι μὲν
προσκόπτουσιν αὐγαὶ τοῖς τοῦ ὕδατος μορίοις, ὥσπερ
ἀνακρουόμεναι ἀνακλῶνται πρὸς τὸν ἄνω τόπον· ὅσαι
δὲ εἰς τὰ κενὰ τοῦ ὕδατος ἐμπίπτουσιν, ὀλίγοις προσ­
πίπτουσαι μορίοις αὗται διεκπίπτουσιν εἰς τὸ τοῦ
ἀγγείου ἔδαφος.
ἔτι δὲ καὶ ταύτῃ φανερόν, ὡς ἐν τῷ
ὕδατι ὑπάρχει κενά, τῷ τὸν ἐμβαλλόμενον οἶνον εἰς
τὸ ὕδωρ ὁρᾶσθαι κατὰ χύσιν εἰς πάντα τόπον τοῦ
ὕδατος χωροῦντα.
τοῦτο δὲ οὐκ ἂν ἐγίνετο, μὴ ὄντων
ἐν τῷ ὕδατι κενῶν.
φέρεται δὲ καὶ τὸ φῶς τὸ ἕτερον
διὰ τοῦ ἑτέρου· ὅταν γάρ τις πλείους ἅψῃ λύχνους,
ἅπαντα φωτίζεται μᾶλλον, τῶν αὐγῶν πάντῃ φερο­
μένων δι' ἀλλήλων.
ἀλλὰ μὴν καὶ διὰ χαλκοῦ καὶ
σιδήρου καὶ τῶν ἄλλων ἁπάντων διεκπίπτει σωμάτων,
καθάπερ καὶ τὸ ἐπὶ τῆς νάρκης τῆς θαλασσίας γινό­
μενον.
ὅτι δὲ καὶ ἄθρουν κενὸν γίνεται παρὰ φύσιν,
δέδεικται διά τε τοῦ προσφερομένου τῷ στόματι κούφου
ἀγγείου καὶ διὰ τοῦ ἰατρικοῦ ᾠοῦ.
περὶ μὲν οὖν τῆς
τοῦ κενοῦ φύσεως καὶ ἄλλων πολλῶν οὐσῶν ἀποδείξεων,
ἱκανὰς εἶναι καὶ τὰς εἰρημένας νομίζομεν· καὶ γὰρ δι'
αὐτῶν τῶν αἰσθητῶν τὰς ἀποδείξεις ἐποιησάμεθα.
ἐπὶ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index