Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
< >
page |< < of 167 > >|
1
πάντων τοίνυν ἔστιν εἰπεῖν, ὅτι πᾶν μὲν σῶμα ἐκ
λεπτομερῶν συνέστηκεν σωμάτων, ὧν μεταξύ ἐστι
παρεσπαρμένα κενὰ ἐλάττονα τῶν μορίων· διὸ καὶ
καταχρηστικῶς μηδὲν εἶναι κενὸν [2ἄθρουν]2 λέγομεν,
βίας τινὸς μὴ παρεισελθούσης, ἀλλὰ πάντα πλήρη εἶναι
ἤτοι ἀέρος ἢ ὑγροῦ ἢ ἄλλης τινὸς οὐσίας· καθ' ὁπό­
σον δ' ἄν τι τούτων ἐκχωρῇ, κατὰ τοσοῦτον ἕτερον
ἐπακολουθοῦν τὸν κενούμενον ἀναπληροῖ τόπον· καὶ
ὅτι κενὸν μὲν ἄθρουν οὐκ ἔστι κατὰ φύσιν βίας τινὸς
μὴ παρεισελθούσης, καὶ πάλιν ὅτι οὐκ ἔστι ποτὲ τὸ
παράπαν κενόν, παρὰ φύσιν δὲ γενόμενον.
τούτων δὴ
διασεσαφηνισμένων ἑξῆς τὰ διὰ τῆς συμπλοκῆς τῶν
εἰρημένων στοιχείων ἐπιτελούμενα θεωρήματα γράψο­
μεν.
ἔστι γὰρ δι' αὐτῶν εὑρίσκειν πάνυ ποικίλας καὶ
θαυμασίας κινήσεις.
Τούτων δὴ προτεθεωρημένων στοιχείου ἕνεκα γρά­
φομεν καὶ περὶ τῶν καμπύλων σιφώνων· εἰς πολλὰ
γὰρ τῶν πνευματικῶν εὔχρηστοι τυγχάνουσιν.
Ἔστω γὰρ καμπύλος σίφων, τουτέστι σωλήν, ὁ
ΑΒΓ, οὗ τὸ μὲν ΑΒ σκέλος ἔστω ἐν ἀγγείῳ τῷ ΔΕ
πλήρει ὄντι ὕδατος.
ἔστω δὲ ἡ τοῦ ὕδατος ἐπιφάνεια

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index