Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
< >
page |< < of 167 > >|
1
τὸ δὲ ἕτερον αὐτοῦ στόμιον τὸ Θ συντετρήσθω τῷ
τεύχει τοῦ προχύτου ὑπὸ τὸ ὠτίον, ᾧ συνεστεγνώσθω
τὸ ὠτίον κοῖλον ὑπάρχον καὶ ἔχον τρύπημα ἐκ τοῦ
ἐκτὸς μέρους τοῦ ὠτίου τὸ Κ, ὃ καταληψόμεθα τῷ
δακτύλῳ, ὅταν δέῃ.
ἐὰν οὖν καταλαβόμενοι τὸ διαύγιον,
ὡς εἴρηται, ἐγχέωμεν εἰς τὸν προχύτην, τὸ ἐγχεόμενον
εἰς τὴν ὑπὲρ τὸ διάφραγμα χώραν μενεῖ διὰ τὸ μὴ
δύνασθαι διὰ τοῦ ἠθμοῦ εἰς τὴν ὑποκάτω χώραν
ἐνεχθῆναι· οὐ δύναται δὲ διὰ τὸ μὴ ἄλλην ἔχειν
διέξοδον ἢ τὴν διὰ τοῦ Κ διαυγίου.
ὅταν οὖν ἀνέ­
σωμεν τὸ διαύγιον, τότε χωρήσει τὸ ὑγρὸν εἰς τὴν
ὑποκειμένην χώραν, καὶ τότε πλέον δέξεται ὁ προχύ­
της.
ἐὰν οὖν προεγχέαντες τὸν οἶνον, ὥστε πληρω­
θῆναι τὴν ΓΒΔ χώραν, καταλαβώμεθα τὸ διαύγιον
καὶ ἐπιχέωμεν ὕδωρ, οὐ μὴ μιγῇ, ἀλλ' ὅταν μὲν κατα­
στρέψωμεν τὸν προχύτην, καθαρὸν προήσεται τὸ ὕδωρ·
ὅταν δὲ ἀνέσωμεν τὸ διαύγιον ἔτι τοῦ ὕδατος ῥέοντος,

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index