Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
< >
page |< < of 167 > >|
1
ἐπιρρεύσει καὶ ὁ οἶνος διὰ τὸ εἰς τὸν κενούμενον τόπον
ἀέρα ἀντικαταλλάσσεσθαι διὰ τοῦ διαυγίου, εἶτα κα­
θαρὸς ὁ οἶνος ῥυήσεται.
ἔξεστι δὲ καὶ προεγχέαντα
ὕδωρ καὶ προκαταλαβόντα τὸ διαύγιον οἶνον ἐπιχέειν,
ὥστε τοῖς μὲν καθαρὸν προέσθαι οἶνον, οἷς δὲ κρᾶμα,
οἷς δὲ καὶ βουλόμεθα ἐμπαίζειν, ὕδωρ.
Κατασκευάζεται δὲ καὶ σφαῖρα κοίλη ἢ ἕτερον ἀγ­
γεῖον, εἰς ὃ ἐγχυθὲν ὑγρὸν ἀναπιέζεται εἰς τὸ ὕψος
αὐτόματον καὶ μετὰ βίας πολλῆς, ὥστε πᾶν κενωθῆναι,
καίτοι τῆς φορᾶς αὐτῷ γιγνομένης παρὰ φύσιν εἰς τὸ
ἄνω μέρος· ἔστι δὲ ἡ κατασκευὴ τοιαύτη.
Ἔστω σφαῖρα χωροῦσα ὡς κοτύλας ἕξ, τὸ τεῦχος
ἔχουσα τοῦ ἐλάσματος στερεόν, ὥστε ὑπομένειν τὴν
μέλλουσαν τοῦ ἀέρος πίλησιν γενέσθαι· ἔστω δὲ αὕτη
ἡ ΑΒ κειμένη ἐπί τινος ὑποσπειρίου τοῦ Γ· τρυπη­
θείσης δὲ αὐτῆς κατὰ τὸ ἄνω μέρος σωλὴν διώσθω ὁ
ΔΕ ἀπέχων ἀπὸ τοῦ κατὰ διάμετρον τόπου τοῦ τρυ­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index