Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
< >
page |< < of 167 > >|
1
δὲ καὶ ἕτερος σωλὴν ἐν τῇ σφαίρᾳ ὁ ΤΥΦ διά τινος
τρυπήματος ἐπιπεφραγμένος τὸ κάτω στόμιον τὸ Φ,
ἐκ δὲ τῶν πλαγίων τρύπημα ἔχων στρογγύλον τὸ Χ
παρὰ τὸν πυθμένα, ᾧ προσκείσθω κλειδίον τὸ καλού­
μενον παρὰ Ῥωμαίοις ἀσσάριον, οὗ τὴν κατασκευὴν
ἑξῆς ἐροῦμεν· ἕτερος δὲ σωλὴν ὁ ΨΩ καθείσθω συν­
εσμηρισμένος τῷ ΥΦΤ.
ἐὰν οὖν ἀνασπάσαντες τὸν
ΨΩ σωλῆνα ἐγχέωμεν εἰς τὸν ΤΥΦ σωλῆνα ὑγρόν,
εἰσελεύσεται εἰς τὸ τεῦχος τῆς σφαίρας διὰ τοῦ Χ
τρυπήματος ἀνοιγομένου τοῦ κλειδίου εἰς τὸ ἔσω μέρος,
τοῦ ἀέρος ἐκχωροῦντος διὰ τῶν ἐν τῷ ΟΠ σωλῆνι
εἰρημένων τρυπημάτων καὶ κειμένων κατὰ τὰ ἐν τοῖς
ΗΘΚΛ, ΖΜΝΞ σωλῆσι τρυπήματα.
ὅταν οὖν δι'
ἡμίσους γένηται ἡ σφαῖρα τοῦ ὑγροῦ, ἐγκλίνωμεν τὸ
ΣΡ σωληνίδιον, ὥστε παραλλάξαι τὰ κατάλληλα κεί­
μενα τρυπήματα· εἶτα καθιέντες τὸν ΨΩ σωλῆνα ἐκ­
θλίβωμεν δι' αὐτοῦ τὸν ἐν τῷ ΤΥΦ σωλῆνι ἐναπει­
λημμένον ἀέρα τε καὶ ὑγρόν, ὃς δὴ χωρήσει εἰς τὸ
τεῦχος τῆς σφαίρας διὰ τοῦ κλειδίου μετὰ βίας διὰ
τὸ τὴν σφαῖραν πλήρη εἶναι ἀέρος τε καὶ ὑγροῦ.
γίνεται οὖν ἡ εἴσκρισις κατὰ πίλησιν τοῦ ἀέρος συνερ­
χομένου εἰς τὰ παρεμπεπλεγμένα μεταξὺ αὐτοῦ κενά·

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index