Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 167 > >|
    <archimedes>
      <text>
        <body>
          <chap n="1">
            <p n="2">
              <s id="id.000085">
                <pb pagenum="36"/>
                <lb n="2,50"/>
              σίφωνα κατὰ τὰς ἐν τοῖς ἀγγείοις τῶν ὑγρῶν ἐπι­
                <lb n="2,51"/>
              φανείας, καὶ οὕτως ἠρεμήσει τὸ ὑγρὸν τὸ ἐν τῷ σίφωνι·
                <lb n="2,52"/>
              καὶ μετεωρισθέντος ἄρα αὐτοῦ καὶ ἐπὶ μηδέτερον
                <lb n="2,53"/>
              μέρος ἐγκλινομένου, πάλιν ἠρεμήσει τὸ ὑγρόν, ἐάν τε
                <lb n="2,54"/>
              διόλου ἴσον ἔχῃ τὸ εὖρος ἐάν τε τὸ ἕτερον σκέλος
                <lb n="2,55"/>
              τοῦ ἑτέρου πολλῷ μεῖζον ᾖ· οὐ γὰρ παρά γε τοῦτο ἡ
                <lb n="2,56"/>
              αἰτία ἐγίνετο τοῦ ἠρεμεῖν τὸ ὑγρόν, ἀλλὰ παρὰ τὸ
                <lb n="2,57"/>
              ἐξ ἴσου κεῖσθαι τὰ στόμια αὐτοῦ. </s>
              <s id="id.000086">πῶς οὖν μετεωρι­
                <lb n="2,58"/>
              σθέντος αὐτοῦ οὐ καταφέρεται τὸ ὑγρὸν τῷ ἰδίῳ βάρει
                <lb n="2,59"/>
              ὑποκείμενον ἔχον κουφότερον ἀέρα; ὅτι κενὸς ἄθρους
                <lb n="2,60"/>
              οὐ δύναται ὑπάρξαι τόπος· εἰ γὰρ μέλλει καταφέρε­
                <lb n="2,61"/>
              σθαι, πρότερον πληρωθῆναι δεῖ τὸν ἀνώτερον τοῦ
                <lb n="2,62"/>
              σίφωνος τόπον, εἰς ὃν ἀὴρ παρεισελθεῖν οὐδαμῶς δυ­
                <lb n="2,63"/>
              νατός ἐστιν. </s>
              <s id="id.000087">ἐὰν οὖν τρυπήσῃ τις τὸν ἀνώτερον τόπον
                <lb n="2,64"/>
              τοῦ σίφωνος, εὐθέως καταρραγήσεται τὸ ὑγρὸν τοῦ
                <lb n="2,65"/>
              ἀέρος ἔχοντος παρείσδυσιν. </s>
              <s id="id.000088">πρὸ δὲ τοῦ τρυπηθῆναι
                <lb n="2,66"/>
              ἐπικείμενον τὸ ἐν τῷ σίφωνι ὑγρὸν τῷ ὑποκειμένῳ
                <lb n="2,67"/>
              ἀέρι ἐκθλίβει αὐτόν· οὗτος δὲ μὴ ἔχων, ὅπῃ χωρήσει,
                <lb n="2,68"/>
              οὐκ ἐᾷ παρεξελθεῖν τὸ ὑγρόν. </s>
              <s id="id.000089">ὅτε δὲ διὰ τοῦ τρυπή­
                <lb n="2,69"/>
              ματος τόπον ἔσχεν ὁ ἀήρ, ὅπῃ χωρήσει, τότε μὴ ἀντέ­
                <lb n="2,70"/>
              χων τὸ τοῦ ὕδατος βάρος ἐξεχώρησε. </s>
              <s id="id.000090">διὰ δὲ τὴν αὐτὴν
                <lb n="2,71"/>
              αἰτίαν καὶ τῷ σίφωνι τὸν οἶνον παρὰ φύσιν εἰς τὸ
                <lb n="2,72"/>
              ἄνω ἐπισπώμεθα τῷ στόματι· δεξάμενοι γὰρ ἐν ἑαυτοῖς </s>
            </p>
          </chap>
        </body>
      </text>
    </archimedes>