Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
151
151
152
152
153
153
154
154
155
155
156
156
157
157
158
158
159
159
160
160
< >
page |< < of 167 > >|
2ΗΡΩΝΟΣ ΑΛΕΧΑΝΔΡΕΩΣ
ΠΝΕΥΜΑΤΙΚΩΝ
ΠΡΩΤΟΝ
Τῆς πνευματικῆς πραγματείας σπουδῆς ἠξιωμένης
πρὸς τῶν παλαιῶν φιλοσόφων τε καὶ μηχανικῶν, τῶν
μὲν λογικῶς τὴν δύναμιν αὐτῆς ἀποδεδωκότων, τῶν
δὲ καὶ δι' αὐτῆς τῆς τῶν αἰσθητῶν ἐνεργείας, ἀναγ­
καῖον ὑπάρχειν νομίζομεν καὶ αὐτοὶ τὰ παραδοθέντα
ὑπὸ τῶν ἀρχαίων εἰς τάξιν ἀγαγεῖν, καὶ ἃ ἡμεῖς δὲ
προσευρήκαμεν εἰσθέσθαι· οὕτως γὰρ τοὺς μετὰ ταῦτα
ἐν τοῖς μαθήμασιν ἀναστρέφεσθαι βουλομένους ὠφε­
λεῖσθαι συμβήσεται.
ἀκόλουθον δὲ εἶναι νομίσαντες
τῇ τῶν ὑδρίων ὡροσκοπείων ἕξει, ἥτις ἡμῖν ἐν τέσσαρσι
βιβλίοις προαναγέγραπται, ταύτην συνεχῆ ὑπάρχειν
γράφομεν καὶ περὶ αὐτῆς, ὡς προείρηται· διὰ γὰρ συμ­
πλοκῆς ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ τῶν
τριῶν στοιχείων ἢ καὶ τῶν τεσσάρων συμπλεκομένων
ποικίλαι διαθέσεις ἐνεργοῦνται, αἱ μὲν ἀναγκαιοτάτας
τῷ βίῳ τούτῳ χρείας παρέχουσαι, αἱ δὲ ἐκπληκτικόν
τινα θαυμασμὸν ἐπιδεικνύμεναι.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index