Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
151
151
152
152
153
153
154
154
155
155
156
156
157
157
158
158
159
159
160
160
< >
page |< < of 167 > >|
1
σωλὴν μέσος ἐναρμοζόμενος δύο σωλήνων ὁ κύλινδρος
τοῦ τε ἐν τῷ στόματι τοῦ ζῳδίου καὶ τοῦ ἐν τῷ ἀπὸ
τῆς τομῆς τοῦ τραχήλου διήκοντος εἰς τὸν ὀπίσω
πόδα] σωλῆνος καὶ ἁρμόσει τῷ ΑΒ θήλει.
διελθόντος
δὴ τοῦ μαχαιρίου δι' ὅλου τοῦ τραχήλου καὶ τοῦ ΕΖ
σωλῆνος ἐφαψαμένου ἀμφοτέρων τοῦ τε ΑΒ καὶ τοῦ
ΓΔ, εἰ προσενέγκοι τις ὕδωρ τῷ ζῴῳ καὶ ἐπιστρέψει
τὸ ὑποκείμενον τῷ βουκόλῳ σμήρισμα, δι' οὗ στρα­
φέντος καταρρεύσει τὸ ἐν τῇ ἄνω χώρᾳ ὑγρὸν εἰς τὴν
κάτω, διὰ τοῦ ΓΔΕΖΑΒ σωλῆνος τὸ πνεῦμα τὸ
ἑλκόμενον ὑπὸ τοῦ καταρρέοντος ὕδατος ἐπισπάσεται
τὸ προσενεχθὲν τῷ στόματι ὑγρόν.
νῦν μέντοι τὸ
σμήρισμα κατασκευάζεται οὕτως, ὥστε ἐπιστραφέντος
τοῦ βουκόλου κατάλληλα γίγνεσθαι τὰ τρυπήματα.
Δύναται δὲ καὶ ἄλλως μὴ ὑπάρχοντος ἐπιρρύτου
ὕδατος τὸ αὐτὸ γίνεσθαι οὕτως.
Ἔστω βάσις πάλιν στεγνὴ πάντοθεν ἡ ΑΒΓΔ,
διάφραγμα μέσον ἔχουσα τὸ ΕΖ, ὁ δὲ ἐκ τοῦ στόματος

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index