1
Ἔστω σμηρισμάτιόν τι, οὗ τὸ μὲν ἄρρεν προσ
κείσθω τῷ ἐκτὸς σκέλει τοῦ σίφωνος, ὥστε δι' αὐτοῦ
ῥεῖν· καὶ ἔστω τὸ ΤΝ, τὸ δὲ θῆλυ τὸ ΥΦ πρότερον
προσκεκολλημένα ἀγγειδίῳ τινὶ τῷ ΧΨ χωροῦντι
ὀλίγῳ τινὶ πλέον οὗ χωρεῖ ὁ σίφων ὕδατος· ἐχέτω δὲ
καὶ πρὸς τῷ πυθμένι ἔκρυσιν τὴν Ω. ὅταν οὖν βουλώ
μεθα [2ἐπισπᾶσθαι]2 διὰ τοῦ σίφωνος τὸ ἐν τῷ ΑΒ ἀγ
γείῳ ὕδωρ, ἀπολαβόμενοι τοῦ ΧΨ ἀγγείου τὴν ἔκρυ
σιν τῷ δακτύλῳ πληρώσομεν αὐτὸ ὕδατος. εἶτα προσ
θήσομεν τὸ θῆλυ σμήρισμα τῷ ἄρρενι καὶ ἀφήσομεν
τὴν Ω ἔκρυσιν. κενουμένου δὲ τοῦ ΧΨ ἀγγείου, εἰς
τὸν κενούμενον τόπον χωρήσει ὁ ἐν τῷ σίφωνι ἀήρ,
ᾧ συνακολουθήσει τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὑγρόν, ὥστε
πληρῶσαι τὸν σίφωνα. μετὰ ταῦτα οὖν ἀφελόντες τὸ
ΧΨ ἀγγεῖον ἐῶμεν τὸν σίφωνα ῥεῖν.