Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
< >
page |< < of 167 > >|
1
γείῳ ὕδωρ διὰ τῆς ἐκτὸς τοῦ σίφωνος ὑπεροχῆς· ὁ
γὰρ ἀὴρ ὁ μεταξὺ τῆς ἐπιφανείας τοῦ ὑγροῦ καὶ τοῦ
ΕΖ ὀλίγος ὢν δύναται χωρῆσαι εἰς τὸν ΓΔ σωλῆνα
καὶ συνεπισπάσασθαι τὸ ὑγρόν· οὐ στήσεται δὲ ἡ
ῥύσις διὰ τὴν ἐκτὸς ὑπεροχὴν [1μὴ γὰρ ὄντος τοῦ ΕΖ
παύσεται ῥέον, ὅταν ἡ ἐπιφάνεια τοῦ ὑγροῦ κατὰ τὸ
Γ γένηται, τῆς ὑπεροχῆς μενούσησ]1, ἀλλὰ τῷ μὴ
ἀντεισκρίνεσθαι ἀέρα, τοῦ ΕΖ ὅλου καθ' ὕδατος ὄντος·
ὁ γὰρ εἰσκρινόμενος ἀὴρ χωρήσει εἰς τὸ ΑΒ ἀγγεῖον
ἀντὶ τοῦ ἐπεξιόντος ὕδατος· πᾶν γὰρ τὸ ἐκτὸς στόμιον
τοῦ σωλῆνος πρὸς τὸ ὕδωρ ἀεὶ ταπεινότερόν ἐστι τῆς
ἐν τῷ ἀγγείῳ τοῦ ὕδατος ἐπιφανείας.
μηδέποτε δὲ
δυναμένης μιᾶς ἐπιφανείας γενέσθαι, πᾶν ἐκκρίνει
τὸ ὕδωρ, καὶ τῷ μείζονι βάρει ἡ ἕλξις γίνεται.
ἐὰν
οὖν μὴ βουλώμεθα τῷ στόματι ἐπισπᾶσθαι τὸν ἐν τῷ
ΓΔ σωλῆνι ἀέρα, προσεπιχέομεν εἰς τὸ ΑΒ ἀγγεῖον
ὕδωρ, ἄχρις ἂν ὑπερχυθὲν διὰ τοῦ ΓΔ σωλῆνος τὴν
ἀρχὴν τῆς ῥεύσεως λάβῃ.
καὶ οὕτως πάλιν πᾶν
κενωθήσεται τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὕδωρ.
καλεῖται δέ,
ὡς εἴρηται, ὁ ΓΔΕΖ πνικτὸς σίφων ἢ πνικτὸς δια­
βήτης.
Ἐκ δὴ τῶν προδεδειγμένων φανερὸν ὅτι ἡ γινο­
μένη διὰ τοῦ σίφωνος ῥύσις ἀκινήτου διαμένοντος

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index