Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
< >
page |< < of 167 > >|
1
μίου τὸ ὑγρόν, ῥεύσει ὁ σίφων ὁμαλῶς, ἕως ἂν πᾶν
κενωθῇ τὸ ἐν αὐτῷ ὑγρόν· ὅταν δὲ βουλώμεθα δι'
αὐτοῦ ἑτέραν ῥύσιν γίνεσθαι τῆς μὲν προειρημένης
ταχυτέραν, ὁμαλὴν δὲ καθ' αὑτήν, ἐπιστρέψομεν τὸν
κοχλίαν, ὥστε τὸ ΟΠ κανόνιον ταπεινότερον γενέσθαι·
ἔσται γὰρ ἡ ἐκτὸς ὑπεροχὴ τοῦ σίφωνος μείζων τῆς
πρότερον.
καὶ διὰ τοῦτ' ἔστιν ἡ ῥύσις ὁμαλὴ μὲν καθ'
αὑτήν, τῆς δὲ πρότερον ταχυτέρα.
ἐὰν δὲ ἔτι πάλιν
ταχυτέραν , ἐπιστρέψομεν τὸν κοχλίαν εἰς τὸ ἔτι
ταπεινότερον γενέσθαι τὸ ΟΠ κανόνιον· ἐὰν δὲ βραδυ­
τέραν βουλώμεθα, τὸ ΟΠ κανόνιον μετέωρον γε­
νέσθαι· καὶ οὕτως διὰ σίφωνος ἔσται ἡ ῥύσις ἡ κατὰ
μέν τι ὁμαλή, κατὰ δέ τι ἀνώμαλος.
Ἵνα δὲ μὴ καὶ διὰ τοῦ στόματος αὑτῶν ἐπισπα­
σώμεθα τὸ ὕδωρ̄οὐδὲ γὰρ ἐπὶ πάντων τῶν σιφώ­
νων τοῦτο δυνατὸν ἔσται, ἐὰν μὴ πάνυ μικροὶ ὦσῑ,
ποιήσομεν οὕτως.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index