Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
< >
page |< < of 167 > >|
1
Ἔστω σμηρισμάτιόν τι, οὗ τὸ μὲν ἄρρεν προσ­
κείσθω τῷ ἐκτὸς σκέλει τοῦ σίφωνος, ὥστε δι' αὐτοῦ
ῥεῖν· καὶ ἔστω τὸ ΤΝ, τὸ δὲ θῆλυ τὸ ΥΦ πρότερον
προσκεκολλημένα ἀγγειδίῳ τινὶ τῷ ΧΨ χωροῦντι
ὀλίγῳ τινὶ πλέον οὗ χωρεῖ ὁ σίφων ὕδατος· ἐχέτω δὲ
καὶ πρὸς τῷ πυθμένι ἔκρυσιν τὴν Ω.
ὅταν οὖν βουλώ­
μεθα [2ἐπισπᾶσθαι]2 διὰ τοῦ σίφωνος τὸ ἐν τῷ ΑΒ ἀγ­
γείῳ ὕδωρ, ἀπολαβόμενοι τοῦ ΧΨ ἀγγείου τὴν ἔκρυ­
σιν τῷ δακτύλῳ πληρώσομεν αὐτὸ ὕδατος.
εἶτα προσ­
θήσομεν τὸ θῆλυ σμήρισμα τῷ ἄρρενι καὶ ἀφήσομεν
τὴν Ω ἔκρυσιν.
κενουμένου δὲ τοῦ ΧΨ ἀγγείου, εἰς
τὸν κενούμενον τόπον χωρήσει ὁ ἐν τῷ σίφωνι ἀήρ,
ᾧ συνακολουθήσει τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὑγρόν, ὥστε
πληρῶσαι τὸν σίφωνα.
μετὰ ταῦτα οὖν ἀφελόντες τὸ
ΧΨ ἀγγεῖον ἐῶμεν τὸν σίφωνα ῥεῖν.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index