Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
< >
page |< < of 167 > >|
1
εἶτα πάλιν ἀνασπάσαντες τὸν ΨΩ σωλῆνα, ὥστε πλη­
ρωθῆναι τὸν ΤΥΦ σωλῆνα ἀέρος, πάλιν καθέντες τὸν
ΨΩ σωλῆνα εἰσκρινοῦμεν ἐν τῇ σφαίρᾳ τὸν εἰρημένον
ἀέρα.
καὶ τοῦτο πλεονάκις ποιοῦντες ἕξομεν ἐν τῇ
σφαίρᾳ πολὺν πεπιλημένον ἀέρα· ὅτι γὰρ ὁ εἰσκρινό­
μενος ἀὴρ ἀνασπασθέντος τοῦ ἐμβολέως οὐ παρεξέρ­
χεται, φανερὸν διὰ τὸ τὸ κλειδίον ὑπ' αὐτοῦ ἔσωθεν
θλιβόμενον ἀποκεκλεῖσθαι.
ἐὰν οὖν ἀναστρέψωμεν
πάλιν τὸ ΡΣ σωληνίδιον, ὥστε ὀρθὸν γενέσθαι καὶ
τὰ τρυπήματα κατάλληλα κεῖσθαι, τότε ἀναπιτυσθή­
σεται τὸ ὑγρόν, τοῦ πεπιλημένου ἀέρος χεομένου εἰς
τὸν ἴδιον ὄγκον καὶ θλίβοντος τὸ ὑγρὸν τὸ ὑπο­
κείμενον.
ἐὰν οὖν πλείων ᾖ ὁ πεπιλημένος ἀήρ, πᾶν
ἐξελάσει τὸ ὑγρόν, ὥστε καὶ τὸν ὑπερπλεονάζοντα σὺν
τῷ ὑγρῷ ἐκκρουσθῆναι ἀέρα.
Τὸ δὲ εἰρημένον ἀσσάριον κατασκευάζεται οὕτως·
δύο πλινθία κατασκευάζεται χάλκεα τετράγωνα ἔχοντα
ἑκάστην πλευρὰν ὡς δακτύλου ἑνός, τὸ πάχος δὲ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index