Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
< >
page |< < of 167 > >|
1Ἔστω δὲ ὁ σωλήν, δι' οὗ ἡ θερμασία μέλλει
εἰσέρχεσθαι, εὐρύτερος κατὰ τὸ μέσον· ἀναγκαῖον γὰρ
τὴν θερμασίαν ἢ μᾶλλον τὸν ἀπὸ ταύτης ἀτμὸν εἰς
εὐρυτέραν χωρισθέντα χώραν πλείονα γίγνεσθαι καὶ
πλεῖον δύνασθαι ἐνεργεῖν.
Ἔνια τῶν ἀγγείων, ἐὰν μὴ πληρωθῇ, οὐ ῥέει·
πληρωθέντων δὲ κενοῦται πᾶν ὃ ἔχει ὑγρόν· κατα­
σκευάζεται δὲ οὕτως.
Ἔστω ἀγγεῖον τὸ ΑΒΓΔ ἀνεστομωμένον· διὰ δὲ
τοῦ πυθμένος διώσθω ἤτοι πνικτὸς διαβήτης ὁ ΕΖΗΘ
ἢ καμπύλος σίφων ὁ ΗΘΚ.
συμβήσεται οὖν πληρω­
θέντος τοῦ ΑΒΓΔ ἀγγείου καὶ ὑπερβλύσαντος τοῦ
ὕδατος φέρεσθαι δι' αὐτῶν τῶν διαβητῶν καὶ πάλιν
ἐκρεῖν, ἄχρις ἂν κενωθῇ τὸ ΑΒΓΔ ἀγγεῖον, ἐάνπερ
οἱ διαβῆται τὰς ἀρχὰς ἔχωσιν ἔγγιστα τοῦ πυθμένος
τοῦ ἀγγείου, ὥστε μόνον ὕδατι διάρρυσιν ὑπάρχειν.
Καὶ δύο ἀγγείων ὑπαρχόντων ἐπί τινος βάσεως
καὶ τοῦ ἑνὸς αὐτῶν πεπληρωμένου οἴνου, τοῦ δὲ
ἑτέρου κενοῦ ὑπάρχοντος καὶ ἀμφοτέρων κρουνοὺς
ἐχόντων ἀνεῳγότας, οὐ ῥεῖ ὁ οἶνος, ἐὰν μὴ καὶ τὸ
ἕτερον ἀγγεῖον ὕδατος πληρωθῇ· καὶ τότε ἐκρέει ἐκ
μὲν τοῦ ἑνὸς αὐτῶν ὁ οἶνος, ἐκ δὲ τοῦ ἑτέρου τὸ ὕδωρ,
ἄχρις ἂν ἀμφότερα κενωθῇ· καλοῦνται δὲ ὁμονοίας
κρατῆρες.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index