1
ἦχος, ὥστε μελαγκορύφου γίγνεσθαι φωνήν· ἐὰν δὲ
μὴ παρακέηται τὸ ὑδάτιον, συριγμὸς μόνος ἔσται.

Αἱ μὲν οὖν φωναὶ γίνονται διὰ τῶν συρίγγων·
διάφοροι δὲ τοῖς ἤχοις γίγνονται, τῶν συρίγγων ἤτοι
λεπτοτέρων γινομένων ἤτοι καὶ παρεκτεινομένων
εἰς μῆκος ἢ καὶ συστελλομένων καὶ τοῦ βαπτιζομένου
μέρους εἰς τὸ ὕδωρ ἤτοι πλείονος ἢ ἐλάττονος γινο
μένου, ὥστε διὰ τοιούτου τρόπου ὀρνέων πλειόνων
διαφόρους γίγνεσθαι φωνάς. κατασκευάζεται οὖν ἤτοι
ἐν κρήνῃ ἢ ἐν ἄντρῳ ἢ καθόλου ὅπου ἐπίρρυτον ὕδωρ
ἐστίν, ὄρνεα πλείονα διακείμενα καὶ τούτοις παρακει
μένη γλαύξ, ἥτις ἐπιστρέφεται αὐτομάτως παρὰ τὰ
ὄρνεα καὶ πάλιν ἀποστρέφεται· καὶ ἀποστραφείσης
μὲν φθέγγονται τὰ ὄρνεα, ἐπιστραφείσης δὲ πρὸς
αὐτὰ οὐκέτι φθέγγονται. καὶ τοῦτο πλεονάκις γίνεται.
κατασκευάζεται δὲ τὸν τρόπον τοῦτον.
Ἔστω κρουνισμάτιον ἀεὶ ῥέον τὸ Α· τούτῳ δὲ
ὑποκείσθω στεγνὸν ἀγγεῖον τὸ ΒΓΔΕ ἔχον πνικτὸν
διαβήτην ἢ καμπύλον σίφωνα τὸν ΖΗ καὶ καθιεμένην
χώνην τὴν ΘΚ, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθ