Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
< >
page |< < of 167 > >|
1
ἦχος, ὥστε μελαγκορύφου γίγνεσθαι φωνήν· ἐὰν δὲ
μὴ παρακέηται τὸ ὑδάτιον, συριγμὸς μόνος ἔσται.
Αἱ μὲν οὖν φωναὶ γίνονται διὰ τῶν συρίγγων·
διάφοροι δὲ τοῖς ἤχοις γίγνονται, τῶν συρίγγων ἤτοι
λεπτοτέρων γινομένων ἤτοι καὶ παρεκτεινομένων
εἰς μῆκος ἢ καὶ συστελλομένων καὶ τοῦ βαπτιζομένου
μέρους εἰς τὸ ὕδωρ ἤτοι πλείονος ἢ ἐλάττονος γινο­
μένου, ὥστε διὰ τοιούτου τρόπου ὀρνέων πλειόνων
διαφόρους γίγνεσθαι φωνάς.
κατασκευάζεται οὖν ἤτοι
ἐν κρήνῃ ἢ ἐν ἄντρῳ ἢ καθόλου ὅπου ἐπίρρυτον ὕδωρ
ἐστίν, ὄρνεα πλείονα διακείμενα καὶ τούτοις παρακει­
μένη γλαύξ, ἥτις ἐπιστρέφεται αὐτομάτως παρὰ τὰ
ὄρνεα καὶ πάλιν ἀποστρέφεται· καὶ ἀποστραφείσης
μὲν φθέγγονται τὰ ὄρνεα, ἐπιστραφείσης δὲ πρὸς
αὐτὰ οὐκέτι φθέγγονται.
καὶ τοῦτο πλεονάκις γίνεται.
κατασκευάζεται δὲ τὸν τρόπον τοῦτον.
Ἔστω κρουνισμάτιον ἀεὶ ῥέον τὸ Α· τούτῳ δὲ
ὑποκείσθω στεγνὸν ἀγγεῖον τὸ ΒΓΔΕ ἔχον πνικτὸν
διαβήτην ἢ καμπύλον σίφωνα τὸν ΖΗ καὶ καθιεμένην
χώνην τὴν ΘΚ, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθ­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index