Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
< >
page |< < of 167 > >|
1
αύγιον ἔστω τὸ Μ ἐν τῷ κύτει τοῦ ῥυτοῦ.
τούτων δὲ
οὕτως ἐχόντων ἐὰν ἀπολαβών τις τὴν Γ ἔκρυσιν ἐγχέῃ
τὸν οἶνον, χωρήσει [2διὰ τοῦ Λ τρυπήματος εἰς τὴν
ΔΕΖΗ χώραν· ὁ γὰρ ἐν αὐτῇ ἀὴρ ἐκχωρήσει]2 διὰ
τοῦ Μ διαυγίου.
ὅταν οὖν τῷ δακτύλῳ ἐπιπωμάσωμεν
τὸ Μ διαύγιον, στέξει ὁ ἐν τῷ ΔΕΖΗ [2μέρει]2 οἶνος.
ὅταν οὖν ὕδωρ ἐπιχέωμεν τῷ ΑΒΕΔ μέρει τοῦ ῥυτοῦ
κατέχοντες τὸ Μ διαύγιον, ῥεύσει καθαρὸν τὸ ὕδωρ·
ἐὰν δὲ ἀνῶμεν ἔτι ἄνω ὄντος τοῦ ὕδατος τὸ Μ δι­
αύγιον, κρᾶμα ῥυήσεται· τοῦ δὲ ὕδατος ἐκρεύσαντος,
τότε καθαρὸς ὁ οἶνος ῥεύσει.
ἔξεστι δὲ καὶ πλεονάκις
ἀνιέντα τὸ Μ διαύγιον διαφόρους τὰς ἐκρύσεις ποι­
εῖσθαι.
ἄμεινον δὲ προεγχέαντα ὕδωρ εἰς τὴν ΔΕΗΖ
χώραν καὶ καταλαβόντα τὸ διαύγιον οἶνον ἐπιχέειν·
συμβήσεται γὰρ ὁτὲ μὲν καθαρὸν οἶνον ἐκρέειν, ἀνε­
θέντος δὲ τοῦ διαυγίου πάλιν κρᾶμα καὶ πάλιν ἀπο­
ληφθέντος τοῦ διαυγίου καθαρὸν τὸν οἶνον ἐκρέειν.
καὶ τοῦτο, ὁσάκις ἐὰν βουλώμεθα, ἔσται.
Κρατῆρος ἐπικειμένου ἐπί τινος βάσεως πλήρους
ὄντος οἴνου, ὅσον ἐάν τις ἐξ αὐτοῦ ἀρύσηται, πάλιν
πλήρης ἔσται ὁ κρατήρ· κατασκευάζεται δὲ τὸν τρόπον
τοῦτον.
Ἔστω ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸ στόμιον

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index