Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
< >
page |< < of 167 > >|
1
τῷ ΓΔ διαφράγματι παρ' αὐτὸν τὸν τράχηλον· διὰ δὲ
τοῦ διαφράγματος καθείσθω σωλὴν ὁ ΕΖ ἀπέχων ἀπὸ
τοῦ πυθμένος βραχύ· ἕτερος δὲ διώσθω σωλὴν διὰ
τοῦ πυθμένος ὁ ΗΘ ἀπέχων ἀπὸ τοῦ ΓΔ διαφράγ­
ματος βραχύ.
ὁ δὲ τοῦ ἀγγείου πυθμὴν τετρήσθω
κατὰ τὸ Κ καὶ λαβέτω σωληνάριον τὸ ΚΛ.
τὸ δὲ
ΑΒ ἀγγεῖον ἐπικείσθω ἐπί τινος βάσεως τῆς ΜΝΞΟ,
δι' ἧς ἔστω ἡ τοῦ ΗΘ σωλῆνος ὑπεροχή· ὁ δὲ εἰρη­
μένος κρατὴρ ἔστω ὁ ΠΡ.
διὰ δὲ τῆς ΜΝΞΟ βάσεως
σωλὴν ἔστω ὁ ΣΤ συντετρημένος τῇ τε βάσει καὶ τῷ
κρατῆρι.
ἴσον ὕψος ἐχέτω τῷ Θ στομίῳ τοῦ ΗΘ
σωλῆνος.
ἐγχέωμεν οὖν τὸν οἶνον διὰ τοῦ ΕΖ σω­
λῆνος εἰς τὸ ΑΒ· ὁ γὰρ ἀὴρ ἐκχωρήσει διὰ τοῦ ΗΘ
σωλῆνος.
ἐὰν οὖν ἀνεστομωμένον ᾖ τὸ ΚΛ σωληνά­
ριον, ἐγχεόμενος ὁ οἶνος χωρήσει δι' αὐτοῦ εἰς τὴν
βάσιν καὶ εἰς τὸν ΠΡ κρατῆρα· ἐὰν δὲ ἐπιστομωθῇ,

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index