Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
< >
page |< < of 167 > >|
1
φράγμασι.
σωλὴν δὲ ὁ ΜΝΞΟ διὰ τῆς βάσεως διώσθω
καὶ ἀνακεκάμφθω εἰς τὰ ἀγγεῖα ἀπέχων ἀπὸ τῶν δια­
φραγμάτων βραχὺ κατὰ τὰ Μ, Ο.
καὶ ἐν μὲν τῷ ΕΖ
καμπύλος σίφων ἔστω ὁ ΠΡΣ τὴν κυρτότητα ἔχων
πρὸς τῷ στόματι τοῦ ἀγγείου· τὸ δὲ ἕτερον σκέλος
αὐτοῦ ἐκτὸς φερέτω εἰς κρουνὸν διεσκευασμένον.
διὰ
δὲ τοῦ ΗΘ διαφράγματος καθείσθω χώνη ἡ ΤΥ, ἧς
ὁ καυλὸς συνεστεγνώσθω τῷ διαφράγματι καὶ ἀπε­
χέτω ἀπὸ τοῦ πυθμένος βραχύ.
ἐγκεχύσθω δὲ διά τινος
τρυπήματος τοῦ Φ εἰς τὸ ΕΖ ἀγγεῖον οἶνος, ὃ μετὰ
τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω.
ἐὰν οὖν ἐγχέωμεν
διὰ τῆς χώνης ὕδωρ εἰς τὸ ΓΔ ἀγγεῖον, συμβήσεται
τὸν ἐν αὐτῷ ἀέρα ἐκθλιβόμενον χωρεῖν εἰς τὸ ΖΕ
ἀγγεῖον διὰ τοῦ ΜΝΞΟ σωλῆνος· ὁ δὲ μεταχωρῶν
ἐκθλίψει τὸν ἐν τῷ ΕΖ ἀγγείῳ οἶνον· καὶ τοῦτο
ἔσται, ὁσάκις ἐὰν ὕδωρ ἐγχέωμεν.
καὶ δῆλον ὅτι ἐκ­
θλιβόμενος ὁ ἀὴρ ἴσον ὄγκον ἔχει τῷ ἐγχυνομένῳ
ὕδατι καὶ τοσοῦτον οἶνον ἐκθλίψει.
καὶ ἐὰν μηδὲ σίφων
ᾖ καμπύλος, ἀλλὰ μόνον κρουνὸς πρὸς τῷ Σ, δύναται
τὸ αὐτὸ γενέσθαι, ἐὰν μὴ τοῦ ὕδατος ἡ βία κατακρα­
τήσῃ τοῦ κρουνοῦ.
Ἀγγείου ὄντος κενοῦ καὶ ἑτέρου οἶνον ἔχοντος,
ὅσον ἐὰν ὕδωρ εἰς τὸ κενὸν ἀγγεῖον ἐμβάλωμεν, το­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index