Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
< >
page |< < of 167 > >|
    <archimedes>
      <text>
        <body>
          <chap n="proem">
            <p n="2">
              <s id="id.000016">
                <pb pagenum="8"/>
                <lb n="proem,69"/>
              ἀποικειοῦσθαι ὑποληπτέον, τὸν δὲ ἀέρα τὸν μεταξὺ
                <lb n="proem,70"/>
              τῶν τῆς ψάμμου μορίων τοῖς μεταξὺ τοῦ ἀέρος κενοῖς·
                <lb n="proem,71"/>
              διὸ καὶ πιλεῖσθαι τὸν ἀέρα συμβαίνει ἐκ βίας τινὸς
                <lb n="proem,72"/>
              προσελθούσης καὶ συνιζάνειν εἰς τὰς τῶν κενῶν χώρας,
                <lb n="proem,73"/>
              παρὰ φύσιν τῶν σωμάτων πρὸς ἄλληλα θλιβομένων·
                <lb n="proem,74"/>
              ἀνέσεως δὲ γενομένης πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀπο­
                <lb n="proem,75"/>
              καθίσταται τῇ τῶν σωμάτων εὐτονίᾳ, καθάπερ καὶ τοῖς
                <lb n="proem,76"/>
              τῶν κεράτων συμβαίνει ξέσμασι καὶ τοῖς ξηροῖς σπόγ­
                <lb n="proem,77"/>
              γοις, ὅταν συμπιληθέντα ἀνεθῇ, πάλιν ἐπὶ τὴν αὐτὴν
                <lb n="proem,78"/>
              χώραν ἀποκαθίστασθαι καὶ τὸν αὐτὸν ὄγκον ἀποδιδόναι,
                <lb n="proem,79"/>
              ὁμοίως δὲ καὶ ἐάν τινος βίας γενομένης ἀπ' ἀλλήλων
                <lb n="proem,80"/>
              διαστῇ τὰ τοῦ ἀέρος σώματα καὶ μείζων κενὸς παρὰ
                <lb n="proem,81"/>
              φύσιν γένηται τόπος, πάλιν πρὸς ἄλληλα συντρέχειν·
                <lb n="proem,82"/>
              διὰ γὰρ τοῦ κενοῦ ταχεῖαν γίνεσθαι τὴν φορὰν τοῖς
                <lb n="proem,83"/>
              σώμασι [2συμβαίνει]2, μηδενὸς ἀνθισταμένου μηδὲ ἀντι­
                <lb n="proem,84"/>
              κρούοντος, ἕως ἂν ἀλλήλοις προσερείσῃ τὰ σώματα.
                <lb n="proem,85"/>
              </s>
              <s id="id.000017">ἐὰν οὖν ἀγγεῖον λαβών τις κουφότατον καὶ σύστομον,
                <lb n="proem,86"/>
              προσθεὶς τῷ στόματι ἐκμυζήσῃ τὸν ἀέρα καὶ ἀφῇ, ἐκ­
                <lb n="proem,87"/>
              κρεμασθήσεται ἐκ τῶν χειλέων τὸ ἀγγεῖον, ἐπισπωμένου
                <lb n="proem,88"/>
              τοῦ κενοῦ τὴν σάρκα πρὸς τὸ ἀναπληρωθῆναι τὸν
                <lb n="proem,89"/>
              κενωθέντα τόπον· ὥστε ἐκ τούτου φανερὸν γενέσθαι,
                <lb n="proem,90"/>
              ὅτι ἄθρους κενὸς ὑπῆρξεν ἐν τῷ ἀγγείῳ τόπος. </s>
              <s id="id.000018">καὶ
                <lb n="proem,91"/>
              ἄλλως δὲ τοῦτο φανερόν· τὰ γὰρ ἰατρικὰ ᾠὰ ὑέλινα
                <lb n="proem,92"/>
              ὄντα καὶ σύστομα, ὅταν βούλωνται πληρῶσαι ὑγροῦ,
                <lb n="proem,93"/>
              ἐκμυζήσαντες τῷ στόματι τὸν ἐν αὐτοῖς ἀέρα καὶ κατα­
                <lb n="proem,94"/>
              λαβόντες τὸ στόμιον αὐτῶν τῷ δακτύλῳ καταστρέφου­</s>
            </p>
          </chap>
        </body>
      </text>
    </archimedes>