Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
141
141
142
142
143
143
144
144
145
145
146
146
147
147
148
148
149
149
150
150
< >
page |< < of 167 > >|
1Ἔστω τὸ μὲν ἀγγεῖον τὸ ΑΒΓ, ἐν ᾧ ὁ οἶνος
ἐγχυθήσεται, κρουνὸς δὲ ἐν αὐτῷ παρὰ τὸν πυθμένα
ἔστω ὁ Δ· διαπεφράχθω δὲ τὸν τράχηλον τῷ ΕΖ
διαφράγματι.
διὰ δὲ τοῦ ΕΖ διαφράγματος διώσθω
σωλὴν ὁ ΗΘ ἀπέχων ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου
ὅσον ὕδατι διάρρυσιν.
ἡ δὲ ὑποκειμένη τῷ ἀγγείῳ
βάσις ἔστω ἡ ΚΛΜΝ.
ἕτερος δὲ σωλὴν ἔστω ὁ ΞΟ
ἀπέχων μὲν ἀπὸ τοῦ διαφράγματος βραχύ, διήκων δὲ
διὰ τῆς βάσεως.
ἔστω δὲ καὶ ἐν τῇ βάσει ὕδωρ
ἐπιφράσσον τὸ στόμιον τοῦ ΞΟ σωλῆνος.
ἔστω δὲ
καὶ κανὼν ὁ ΠΡ ἔχων τὸ μὲν ἥμισυ μέρος ἐντὸς τῆς
βάσεως, τὸ δὲ ἥμισυ ἐκτὸς κηλωνευόμενον περὶ τὸ
Σ σημεῖον.
ἐκκρεμάσθω δὲ ἐκ τοῦ Π ἄκρου τοῦ
κανόνος κλεψύδρα ἡ Τ τρύπημα ἔχουσα ἐν τῷ πυθ­
μένι.
τὸ μὲν οὖν ἀγγεῖον πληρώσομεν διὰ τοῦ ΗΘ
σωλῆνος, πρὶν ἐγχυθῆναι τὸ ἐν τῇ βάσει ὕδωρ, τοῦ
ἀέρος ἐκχωροῦντος διὰ τοῦ ΞΟ σωλῆνος, καταλαβόμενοι
τὸν Δ κρουνόν.
εἶτα ἐμβαλοῦμεν ἐν τῇ βάσει τὸ
ὕδωρ διά τινος ὀπῆς, ἄχρις οὗ ἐπιφράξωμεν τὸ Ο

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index