1
τῷ ΡΧ. καὶ ὅταν μὲν ἐγγὺς ᾖ τοῦ Ρ, ὅλην ἀνάξει
τὴν κλεψύδραν· ὅταν δὲ ἀπώτερον, ἔλαττον. πείρᾳ
οὖν εὑρόντες τὰ μέτρα ἃ βουλόμεθα ῥεῖν τὸν Δ
κρουνόν, ἐντομὰς ποιήσωμεν ἐν τῷ ΡΧ κανόνι καὶ
ἐπιγραφὰς τῶν μέτρων, ὥστε ὁπόταν βουλώμεθα μέρος
τι ἐκρεῦσαι, ἐπ' ἐκείνην τὴν ἐντομὴν παράγοντες τὴν
λείαν ἀφῶμεν ῥεῖν.

Ῥυτοῦ κατασκευή, ὥστε ἐν ἀρχῇ μὲν κρᾶμα ῥέειν,
ὅταν δὲ βουλώμεθα ἐπεγχυνομένου ὕδατος, τὸ ὕδωρ
αὐτὸ καθ' αὑτὸ ἐκρέειν, καὶ πάλιν κρᾶμα.
Ἔστω ῥυτὸν τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον
τῷ ΓΔ [2διαφράγματι]2, δι' οὗ σωλὴν διώσθω ὁ ΕΖ
φέρων εἰς τὴν ἔκρυσιν, τρημάτιον ἔχων ἐντὸς τοῦ
ῥυτοῦ τὸ Η. διαύγιον δὲ ἔστω ἐν τῷ ῥυτῷ ὑπὸ τὸ
διάφραγμα, τὸ Θ. ἐὰν οὖν καταλαβόμενοι τὴν Ζ
ἔκρυσιν ἐγχέωμεν τὸ κρᾶμα, εἰσελεύσεται εἰς τὸ ῥυτὸν
διὰ τοῦ Η τρηματίου· ὅταν δὲ ἀφῶμεν τὴν ἔκρυσιν,