Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
141
141
142
142
143
143
144
144
145
145
146
146
147
147
148
148
149
149
150
150
< >
page |< < of 167 > >|
1
ῥεύσει τὸ κρᾶμα, τοῦ ἀέρος εἰσπίπτοντος διὰ τοῦ Θ
διαυγίου.
ὅταν δὲ καταλαβόμενοι τὸ Θ διαύγιον ὕδωρ
καθαρὸν ἐπεγχέωμεν, τὸ μὲν κρᾶμα οὐ ῥυήσεται διὰ
τὸ μὴ ἔχειν παρείσδυσιν τὸν ἀέρα, ὕδωρ δὲ καθαρόν.
ὅταν δὲ ἀνῶμεν τὸ Θ, ἀμφότερα ῥυήσεται, τό τε ὕδωρ
καὶ τὸ κρᾶμα, ὃ δὴ ἐξ ἀμφοτέρων πάλιν γίνεται
κρᾶμα.
Ἀγγείου ὄντος ἐπὶ βάσεως καὶ κρουνὸν ἔχοντος
ὑπεράνω τοῦ πυθμένος καὶ ἐγχυνομένου εἰς αὐτὸ
ὕδατος, ὁτὲ μὲν καθαρὸν τὸ ὕδωρ ἐκρέειν, ὁτὲ δὲ
κρᾶμα, ὁτὲ δὲ μόνον ἄκρατον.
Ἔστω ἀγγεῖον τὸ ΑΒ ἐπὶ βάσεως κρουνὸν ἔχον
τὸν ΓΔ, οὗ τὸ Γ στόμιον ὑπεράνω ἔστω τοῦ πυθμένος
τοῦ ἀγγείου.
διαπεφράχθω δὲ τὸν τράχηλον τῷ ΕΖ
διαφράγματι, δι' οὗ καθείσθω σωλὴν ὁ ΗΘ μικρὸν
ὑπερέχων τοῦ διαφράγματος εἰς τὸ ἄνω μέρος, ἀπέχων
δὲ ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου ὅσον ὕδατι διάρ­
ρυσιν.
ἔστω δὲ καὶ ἕτερος σωλὴν πρὸς τῇ γάστρᾳ τοῦ
ἀγγείου ὁ ΚΛ ἐκτός, ᾧ ὑποκείσθω ἀγγεῖον ἀκράτου
τὸ ΚΜ.
ἔστω δὲ καὶ ἐν τῷ ΕΖ διαφράγματι λεπτὸν
τρύπημα τὸ Ν.
τούτων οὖν ὄντων ἐὰν ἐγχέωμεν

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index