Heron Alexandrinus, Belopoiica, 1918

List of thumbnails

< >
31
31
32
32
33
33
34
34
35
35
36
36
37
37
38
38
39
39
40
40
< >
page |< < of 48 > >|
1
ἀπέχειν.
οὐ μὴν ἀλλὰ καὶ οἱ
παραστάται ἐξεκόπησαν τὰς εἰρη­
μένας κοιλασίας τῆς αὐτῆς αἰτίας
ἕνεκεν.
καὶ τὰ μὲν ἐπὶ τῶν πα­
λιντόνων ἐπὶ τοσοῦτον εἰρήσθω.
Τὰ δὲ εὐθύτονα τὰ μὲν ἄλλα
πάντα τὰ αὐτὰ ἔχει τῷ παλιν­
τόνῳ, πλὴν ὅτι τὰ δύο ἡμιτόνια
εἰς ἓν πλινθίον σύγκειται, ἀπέχοντα
ἀλλήλων τὸ τῆς διώστρας πλάτος·
δι' ὃ δὴ οὔτε τράπεζαν οὔτε
τοὺς ἄνω κανόνας οὔτε τὰς
ἀντηρίδας λαμβάνει.
γίγνεται δὲ
τὰ κάτω δύο περίτρητα ἐξ ἑνὸς
ξύλου, καὶ ὁμοίως τὰ ἄνω.
Συλλογισάμενος δὴ τά τε πάχη
τῶν παραστατῶν καὶ τῶν μεσο­
στατῶν, οὓς δὴ ἀντιστάτας ἐπὶ
τῶν παλιντόνων ἐκαλοῦμεν, καὶ
ἔτι τὰς τῶν τρημάτων διαμέτρους,
καὶ τὸ τῆς διώστρας πλάτος [1ὃ
δὴ μεταξύ ἐστιν τῶν μεσοστατῶν]1

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index