Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 23 > >|
1
δεννυμένην ἀρχὴν ἐκ τοῦ μένοντος χωρίου ἐξάπτεσθαι.
ἵνα οὖν μὴ καθ' ἕνα τοὺς τροχίλους ἔκ τε τοῦ μέ­
νοντος χωρίου καὶ ἐκ τοῦ φορτίου ἐξάπτωμεν, οἱ μὲν
εἰρημένοι εἰς τὸ μένον εἶναι χωρίον εἰς ἓν ξύλον
ἐντίθενται περὶ ἄξονα κινούμενοι, ὃ καλεῖται μάγγανον
̄τοῦτο δὲ ἐξάπτεται ἐκ τοῦ μένοντος χωρίου διά
τινος ἑτέρου ὅπλοῡοἱ δὲ πρὸς τῷ φορτίῳ εἰς ἕτε­
ρον μάγγανον τούτῳ ἴσον, ὃ δὴ πάλιν ἐξάπτεται ἐκ
τοῦ φορτίου μόνον.
οὕτως δὲ δεῖ κατατετάχθαι ἐν
τοῖς μαγγάνοις τοὺς τροχίλους, ὥστε τὰ κῶλα μὴ
ἐμπλεκόμενα πρὸς ἄλληλα δυσπειθῆ γίνεσθαι.
δι' ἣν
δ' αἰτίαν πλειόνων τῶν κώλων γινομένων εὐκοπία
παρακολουθεῖ, δείξομεν, καὶ δι' ἣν αἰτίαν ἡ ἑτέρα
ἀρχὴ ἐκ τοῦ μένοντος ἐξάπτεται χωρίου.
Ἡ δὲ ἑξῆς δύναμις ἡ διὰ τοῦ σφηνὸς καὶ αὐτὴ
μεγάλας χρείας παρεχομένη πρός τε τὰς μυρεψικὰς
πιέσεις καὶ τὰς διὰ τῆς τεκτονικῆς ὑπεραγούσας κολλή­


σεις, τὸ δὲ πάντων μέγιστον, ὅταν τοὺς ἐκ τῶν λατο­
μιῶν λίθους ἀποσπᾶν δέῃ τῆς κατὰ τὸ κάτω μέρος
συνεχείας, οὐδεμία τῶν ἄλλων δυνάμεων ἐνεργεῖν δύ­
ναται, οὐδ' ἂν ἅμα πᾶσαι συζευχθῶσιν, μόνος δὲ ὁ
σφὴν ἐνεργεῖ διὰ τῆς τυχούσης, καὶ ἄνεσις μὲν οὐδ'
ἡτισοῦν γίνεται κατὰ τὰ διαλήμματα τῶν ἐργαζομένων,
καρτερὰ δὲ [2ἡ]2 ἐπίτασις.
τοῦτο δὲ φανερὸν ἐκ τοῦ
καὶ μὴ πλησσομένου τοῦ σφηνὸς ἐνίοτε ψόφους καὶ
ῥήγματα γίνεσθαι διὰ τῆς τοῦ σφηνὸς ἐνεργείας.
ὅσῳ
δ' ἂν ἡ τοῦ σφηνὸς γωνία ἐλάσσων γίνηται, τοσούτῳ
εὐχερέστερον ἐνεργεῖ, τουτέστιν δι' ἐλάσσονος πληγῆς,
ὡς δείξομεν.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index