Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
< >
page |< < of 23 > >|
1Ἐπεὶ γὰρ ὀρθογώνιόν ἐστιν τὸ ΑΒΓΔ παραλληλό­
γραμμον, αἱ τέσσαρες εὐθεῖαι αἱ ΔΗ, ΗΑ, ΗΒ, ΗΓ
ἴσαι ἀλλήλαις εἰσίν.
ἐπεὶ οὖν ἴση ἡ ΔΗ τῇ ΑΗ καὶ
διῆκται ἡ ΗΖ, τὸ ἄρα ὑπὸ ΔΖΑ μετὰ τοῦ ἀπὸ ΑΗ
ἴσον ἐστὶν τῷ ἀπὸ ΗΖ.
διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ὑπὸ
ΔΕΓ μετὰ τοῦ ἀπὸ ΓΗ ἴσον ἐστὶν τῷ ἀπὸ ΗΕ.
ἴσον ἄρα καὶ τὸ ὑπὸ
ΔΖΑ μετὰ τοῦ ἀπὸ ΑΗ τῷ ὑπὸ ΔΕΓ μετὰ τοῦ ἀπὸ
ΓΗ.
λοιπὸν
ἄρα τὸ ὑπὸ ΔΕΓ ἴσον ἐστὶν τῷ ὑπὸ ΔΖΑ.
ὡς ἄρα
ἡ ΕΔ πρὸς ΔΖ, ἡ ΖΑ πρὸς ΓΕ.
ὡς δὲ ἡ ΕΔ πρὸς
ΔΖ, ἥ τε ΒΑ πρὸς ΑΖ καὶ ἡ ΕΓ πρὸς ΓΒ, ὥστε
ἔσται καὶ ὡς ἡ ΑΒ πρὸς ΑΖ, ἥ τε ΖΑ πρὸς ΓΕ καὶ
ἡ ΓΕ πρὸς ΓΒ.
τῶν ἄρα ΑΒ, ΒΓ μέσαι ἀνάλογόν
εἰσιν αἱ ΑΖ, ΓΕ.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index