Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899
page |< < of 23 > >|
1
φορτίου ἐπικεῖσθαι τῷ ἐδάφει, ὑπορύξαντες βραχὺ καὶ
ξύλου μακροῦ τὸ ἄκρον ὑποβαλόντες ὑπὸ τὸ φορτίον
κατῆγον ἐκ τοῦ ἑτέρου ἄκρου, ὑποθέντες τῷ ξύλῳ
παρ' αὐτὸ τὸ φορτίον λίθον, ὃ δὴ καλεῖται ὑπομόχλιον.
φανείσης δ' αὐτοῖς τῆς κινήσεως πάνυ εὐκόπου ἐνόησαν
ὅτι δυνατὸν κινεῖσθαι μεγάλα βάρη διὰ τοῦ τρόπου
τούτου.
καλεῖται δὲ τὸ ξύλον μοχλός, εἴτε τετράγωνον
εἴη εἴτε στρογγύλον.
ὅσῳ δ' ἂν ἐγγυτέρω τιθῆται τοῦ
φορτίου τὸ ὑπομόχλιον, τοσούτῳ εὐχερέστερον κινεῖται
τὸ βάρος, ὡς ἑξῆς δειχθήσεται.
Ἔστιν δὲ ἡ τρίτη δύναμις ἡ κατὰ τὸ πολύσπαστον.
ὅταν γὰρ βουλώμεθά τι βάρος ἕλκειν, ἐξάψαντες ὅπλον
ἐξ αὐτοῦ ἐπισπώμεθα τοσαύτῃ βίᾳ, ὅση τῷ φορτίῳ
ἰσόρροπός ἐστιν.
ἐὰν δὲ ἑλκύσαντες ἐκ τοῦ φορτίου
τὸ ὅπλον τὴν μὲν μίαν αὐτοῦ ἀρχὴν ἐκδήσωμεν ἔκ
τινος μένοντος χωρίου, τὴν δὲ ἑτέραν βάλωμεν διὰ
τροχίλου ἐκδεδεμένου ἐκ τοῦ φορτίου καὶ ταύτην ἐπι­
σπώμεθα, εὐχερέστερον κινήσομεν τὸ βάρος.
πάλιν δὲ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index