Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899
page |< < of 23 > >|
1
ἡ ΑΓΔΕΖΒ, [νοείσθωσαν δὲ μονόστροφοι αἱ εἰρη­
μέναι ἕλικεσ].
τύμπανον δὲ ἔστω [τὸ] παρακείμενον
καὶ ὠδοντωμένον τὸ ΗΓΕΘ ὀδόντας ἔχον τοὺς ΗΓ,
ΓΕ, ΕΘ ἁρμόζοντας τῇ ἕλικι οἱ ἄρα λοιποὶ οὐκ
ἐναρμόσουσιν εἰς τὰς λοιπὰς ἕλικας.
ἐὰν οὖν ἐπι­
στρέφωμεν τὸν κοχλίαν, ὥστε τὸ Ε σημεῖον παρω­
θεῖσθαι ἐπὶ τὰ Γ μέρη, παρέσται τὸ Ε ἐπὶ τὸ Γ, ὅταν
ὁ κοχλίας ἀποκατάστασιν μίαν ποιήσηται, καὶ ἕξει ὁ
μὲν ΓΕ ὀδοὺς τὴν τοῦ ΓΗ θέσιν, ὁ δὲ ΕΘ τὴν τοῦ
ΓΕ, καὶ πάλιν ὁ ΕΘ θέσιν ἐσχηκὼς τὴν ΓΕ ἐν μιᾷ
τοῦ κοχλίου περιστροφῇ ὅλος παραχθήσεται.
καὶ ἐπὶ
τῶν ἑξῆς ὀδόντων τὰ αὐτὰ ἐπινοεῖν χρή, ὥστε ὅσους
ἐὰν ὀδόντας ἔχῃ τὸ τύμπανον, τοσαυτάκις ὁ κοχλίας
κινηθεὶς μίαν ἀποκατάστασιν τοῦ τυμπάνου ποι­
ήσεται.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index