Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899
page |< < of 23 > >|
1
ΑΒΖ τρίγωνα καὶ τὰ ΓΔΕ, ΑΒΓ καὶ εἰσὶν πα­
ράλληλοι αἱ ΑΒ, ΔΕ, καὶ ἐπεζευγμέναι αἱ ΑΔ, ΒΕ
τέμνουσιν ἀλλήλας κατὰ τὸ Ζ
Ἐν δὲ τοῖς ἑξῆς ἐκ τοῦ γ# τῶν Ἥρωνος μηχανὰς
γράψομεν πρὸς εὐκοπίαν καὶ λυσιτέλειαν ἁρμοζούσας,
δι' ὧν πάλιν μεγάλα βάρη κινηθήσεται.
Τὰ μὲν οὖν ἀγόμενα ἐπὶ τοῦ ἐδάφους, φησίν,
ἐπὶ χελώναις ἄγεται.
ἡ δὲ χελώνη πῆγμά ἐστιν ἐκ
τετραγώνων ξύλων συμπεπηγός, ὧν τὰ ἄκρα ἀνασεσί­
μωται.
ταύταις οὖν ἐπιτίθεται τὰ βάρη, καὶ ἐκ τῶν
ἄκρων αὐτῶν ἤτοι πολύσπαστα ἐκδέννυται ἢ ὅπλων
ἀρχαί.
ταῦτα δὲ ἤτοι ἀπὸ χειρὸς ἕλκεται ἢ εἰς ἐργάτας
ἀποδίδοται, ὧν περιαγομένων ἡ χελώνη ἐπὶ τοῦ ἐδάφους
σύρεται ὑποβαλλομένων σκυταλίων ἢ σανίδων.
ἐὰν
μὲν γὰρ μικρὸν ᾖ τὸ φορτίον, σκυτάλαις χρῆσθαι δεῖ,
ἐὰν δὲ μεῖζον, ταῖς σανίσιν διὰ τὸ ταύτας μὴ εὐκόλως
σύρεσθαι.
αἱ γὰρ σκυτάλαι κυλιόμεναι κίνδυνον ἔχουσιν
τοῦ φορτίου ὁρμὴν λαβόντος.
ἔνιοι δὲ οὔτε σκυτάλαις
οὔτε σανίσι χρῶνται, ἀλλὰ τροχοὺς ναστοὺς προσθέντες
ταῖς χελώναις ἄγουσιν.
Ἐπὶ δὲ τῶν εἰς ὕψος βασταζομένων φορτίων,
φησίν, μηχαναὶ γίνονται αἱ μὲν μονόκωλοι, αἱ δὲ δίκω­
λοι, αἱ δὲ τρίκωλοι, αἱ δὲ τετράκωλοι.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index